Humanitext Reader

波利比奥斯 · 历史 §5.35.1-5.35.13

克里奥米尼的归国请求与索西比乌斯的戒心

第 399 段,共 1311 段 · 希腊语

内容简介

滞留埃及的克里奥米尼因希腊局势变化而急于回国,但遭到国王的忽视,且被索西比乌斯等辅政大臣视为潜在威胁而面临被扣留的境地。

§5.35.1οὗτος γάρ, ἕως μὲν ὁ προσαγορευόμενος Εὐεργέτης ἔζη, πρὸς ὃν ἐποιήσατο τὴν κοινωνίαν τῶν πραγμάτων καὶ τὰς πίστεις, ἦγε τὴν ἡσυχίαν, πεπεισμένος ἀεὶ διʼ ἐκείνου τεύξεσθαι τῆς καθηκούσης ἐπικουρίας εἰς τὸ τὴν πατρῴαν ἀνακτήσασθαι βασιλείαν·
因为,只要被称为“施惠者”的国王在世,克里奥米尼便保持安分,因为他曾与此人结盟并互换誓约,并且始终坚信,通过他自己必能获得适当的援助,以夺回祖传的王位。
§5.35.2ἐπεὶ δʼ ἐκεῖνος μὲν μετήλλαξε, προῄει δʼ ὁ χρόνος, οἱ δὲ κατὰ τὴν Ἑλλάδα καιροὶ μόνον οὐκ ἐπʼ ὀνόματος ἐκάλουν τὸν Κλεομένην, μετηλλαχότος μὲν Ἀντιγόνου, πολεμουμένων δὲ τῶν Ἀχαιῶν, κοινωνούντων δὲ τῶν Λακεδαιμονίων Αἰτωλοῖς τῆς πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ἀπεχθείας κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολὴν καὶ πρόθεσιν τὴν Κλεομένους, §5.35.3τότε δὴ καὶ μᾶλλον ἠναγκάζετο σπεύδειν καὶ φιλοτιμεῖσθαι περὶ τῆς ἐξ Ἀλεξανδρείας ἀπαλλαγῆς.
可是,当那位国王去世,时光流逝,希腊的局势几乎是在指名道姓地召唤克里奥米尼——因为安提柯已经去世,亚该亚人陷入战争,而拉刻代蒙人则按照克里奥米尼最初的计划和意图,在对亚该亚人和马其顿人的敌意上与埃托利亚人一气相通—— 这时他更是被迫要加紧并致力于离开亚历山大里亚。
§5.35.4διόπερ τὸ μὲν πρῶτον ἐντεύξεις ἐποιεῖτο, παρακαλῶν μετὰ χορηγίας τῆς καθηκούσης καὶ δυνάμεως αὐτὸν ἐκπέμψαι, §5.35.5μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκετῶν· τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορμὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
因此起初他提出请愿,恳求国王发给适当的资助和军队将他送回;但此后见不被理睬,他便哀求只放他与自己的仆从一同回去,声称时局已为他提供了足够的契机来夺回祖传的统治权。
ὁ μὲν οὖν βασιλεύς, §5.35.6οὔτʼ ἐφιστάνων [ἐν] οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρήκουε τοῦ Κλεομένους.
然而国王,由于上述原因,既不对任何此类事情多加留神,也不对未来有所预见,总是愚蠢且毫无道理地无视克里奥米尼。
§5.35.7οἱ δὲ περὶ τὸν Σωσίβιον — οὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμάτων — συνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο περὶ αὐτοῦ διαλήψεις.
而索西比乌斯及其亲信——因为此人当时最为主管国政——开会商议,对他做出了如下的评判。
§5.35.8μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρονοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι τὴν εἰς ταῦτα δαπάνην.
因为他们决定不发给船队和物资送他回去,由于安提柯已经去世,他们对国外事务不屑一顾,并认为这方面的开支对他们来说将是徒劳的。
§5.35.9πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοιπῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφʼ αὑτὸν βαρὺς καὶ φοβερὸς αὐτὸς ὁ Κλεομένης ἀνταγωνιστὴς σφίσι γένηται,
除此之外,他们还担心,在安提柯去世且无其他对手存在的情况下,克里奥米尼本人一旦迅速且不费吹灰之力地将希腊局势置于自己的控制之下,就会成为他们强大而可怕的竞争对手。
§5.35.10τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον· §5.35.11καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.
因为他曾近距离观察他们的政务,对国王深感轻视,并看到许多松动且远离王国中心的部分,这些部分在起事方面拥有很多契机;事实上,在萨摩斯附近的地区有为数不少的船只,在以弗所附近的地区有大量的士兵。
§5.35.12διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν.
因此,基于上述原因,他们否决了发给物资送他回去的计划;但另一方面,他们认为绝不应当在冷落了这样一个人之后,就将这位显而易见的仇敌放走,这绝不符合他们的利益。
§5.35.13λοιπὸν ἦν ἄκοντα κατέχειν.
剩下的办法就是违背其意愿将其扣留。
τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ
但这件事本身,任何人凭直觉、无需多言都会予以否决,因为他们认为让狮子和绵羊同处一个圈中并不安全;尤其是索西比乌斯,由于某种如下的原因,他对这一做法深感疑虑……

词汇与语法注释

  1. 5.35.2μετηλλαχότος μὲν Ἀντιγόνου, πολεμουμένων δὲ τῶν Ἀχαιῶν, κοινωνούντων δὲ τῶν Λακεδαιμονίων Αἰτωλοῖς — 此处并列了三个属格独立结构,用以解释主句“希腊的局势几乎是在指名道姓地召唤克里奥米尼”的具体情况和原因。
  2. 5.35.5τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν — 连接词 γάρ 之后使用了“对格+不定式”结构(对格不定式),构成了从属于前文动词 ἠξίου(哀求、主张)的间接引语。用以表明克里奥米尼本人所陈述的理由。
  3. 5.35.10τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα — 完成时分词 τεθεαμένος(“观察了”)与 ἠγωνίων μή 从句的主语克里奥米尼(αὐτὸς ὁ Κλεομένης)性、数、格一致。短语 ὑπʼ αὐγὰς(“在光线下”)是一副词性惯用表达,意为“近距离地”或“详尽地”。

引用这一段

波利比奥斯, 历史 §5.35.1-5.35.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.35.1-5.35.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。