§5.35.1οὗτος γάρ, ἕως μὲν ὁ προσαγορευόμενος Εὐεργέτης ἔζη, πρὸς ὃν ἐποιήσατο τὴν κοινωνίαν τῶν πραγμάτων καὶ τὰς πίστεις, ἦγε τὴν ἡσυχίαν, πεπεισμένος ἀεὶ διʼ ἐκείνου τεύξεσθαι τῆς καθηκούσης ἐπικουρίας εἰς τὸ τὴν πατρῴαν ἀνακτήσασθαι βασιλείαν· §5.35.2ἐπεὶ δʼ ἐκεῖνος μὲν μετήλλαξε, προῄει δʼ ὁ χρόνος, οἱ δὲ κατὰ τὴν Ἑλλάδα καιροὶ μόνον οὐκ ἐπʼ ὀνόματος ἐκάλουν τὸν Κλεομένην, μετηλλαχότος μὲν Ἀντιγόνου, πολεμουμένων δὲ τῶν Ἀχαιῶν, κοινωνούντων δὲ τῶν Λακεδαιμονίων Αἰτωλοῖς τῆς πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ἀπεχθείας κατὰ τὴν ἐξ ἀρχῆς ἐπιβολὴν καὶ πρόθεσιν τὴν Κλεομένους, §5.35.3τότε δὴ καὶ μᾶλλον ἠναγκάζετο σπεύδειν καὶ φιλοτιμεῖσθαι περὶ τῆς ἐξ Ἀλεξανδρείας ἀπαλλαγῆς.
For as long as the king surnamed Euergetes lived, with whom he had made his alliance and exchanged pledges, he remained quiet, being always persuaded that he would through him obtain the proper assistance for recovering his ancestral kingdom; but when that king passed away, and time went on, and the circumstances in Greece all but called Cleomenes by name—since Antigonus had died, the Achaeans were hard pressed in war, and the Lacedaemonians shared with the Aetolians their hatred towards the Achaeans and Macedonians, in accordance with Cleomenes' original plan and purpose— then indeed he was all the more compelled to hasten and be eager about his departure from Alexandria.
§5.35.4διόπερ τὸ μὲν πρῶτον ἐντεύξεις ἐποιεῖτο, παρακαλῶν μετὰ χορηγίας τῆς καθηκούσης καὶ δυνάμεως αὐτὸν ἐκπέμψαι, §5.35.5μετὰ δὲ ταῦτα παρακουόμενος ἠξίου μετὰ δεήσεως μόνον αὐτὸν ἀπολῦσαι μετὰ τῶν ἰδίων οἰκετῶν· τοὺς γὰρ καιροὺς ἱκανὰς ὑποδεικνύειν ἀφορμὰς αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς.
Therefore at first he made petitions, urging the king to send him off with fitting supplies and a force; but after this, being ignored, he begged with entreaty that he would at least release him with his own servants, saying that the circumstances offered him sufficient opportunities for recovering his ancestral rule.
ὁ μὲν οὖν βασιλεύς, §5.35.6οὔτʼ ἐφιστάνων [ἐν] οὐδενὶ τῶν τοιούτων οὔτε προνοούμενος τοῦ μέλλοντος διὰ τὰς προειρημένας αἰτίας, εὐήθως καὶ ἀλόγως ἀεὶ παρήκουε τοῦ Κλεομένους.
The king on his part, neither attending to any of such matters nor looking forward to the future because of the aforementioned reasons, always foolishly and irrationally ignored Cleomenes.
§5.35.7οἱ δὲ περὶ τὸν Σωσίβιον — οὗτος γὰρ μάλιστα τότε προεστάτει τῶν πραγμάτων — συνεδρεύσαντες τοιαύτας τινὰς ἐποιήσαντο περὶ αὐτοῦ διαλήψεις.
But Sosibius and his associates—for he was the one who then chiefly directed affairs—having met in council, made some such decisions concerning him.
§5.35.8μετὰ μὲν γὰρ στόλου καὶ χορηγίας ἐκπέμπειν αὐτὸν οὐκ ἔκρινον, καταφρονοῦντες τῶν ἔξω πραγμάτων διὰ τὸ μετηλλαχέναι τὸν Ἀντίγονον καὶ νομίζειν μάταιον αὑτοῖς ἔσεσθαι τὴν εἰς ταῦτα δαπάνην.
For they decided not to send him off with a fleet and supplies, looking down on foreign affairs because Antigonus had died, and thinking that the expense for this would be useless to them.
§5.35.9πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοιπῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφʼ αὑτὸν βαρὺς καὶ φοβερὸς αὐτὸς ὁ Κλεομένης ἀνταγωνιστὴς σφίσι γένηται, §5.35.10τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον· §5.35.11καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.
And besides this they were anxious lest, Antigonus having died and none of the others being a rival, Cleomenes, having quickly and without effort brought the affairs of Greece under his power, might himself become a formidable and fearsome adversary to them, having observed their affairs closely, and having conceived contempt for the king, and seeing that many parts hung loose and were far detached from the kingdom and offered many opportunities for action; for indeed there were not a few ships in the parts around Samos and a multitude of soldiers in those around Ephesus.
§5.35.12διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν.
For these reasons, then, they rejected the plan to send him off with supplies for the aforementioned causes; yet they thought it in no way advantageous to themselves to let such a man go after having neglected him, a manifest enemy and foe.
§5.35.13λοιπὸν ἦν ἄκοντα κατέχειν.
The only remaining course was to detain him against his will.
τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ
But this too everyone rejected on the face of it and without argument, thinking it unsafe to make a fold for a lion and sheep together; and Sosibius especially suspected this course for some such reason...