§5.3.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων· οἱ δʼ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς.
At the same time, Dorimachus, the general of the Aetolians, dispatched Agelaus and Scopas to the Eleans with five hundred Neocretes; and the Eleans, fearing lest Philip should undertake to besiege Cyllene, were collecting mercenary soldiers and preparing their citizen forces, and they were also carefully fortifying Cyllene.
§5.3.2εἰς ἃ βλέπων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρʼ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον.
Looking to these things, Philip, having assembled the mercenaries of the Achaeans, his own Cretans, and some of the Galatian cavalry, and in addition to these, about two thousand infantry from the elite forces of Achaea, left them in the city of the Dymaeans, holding them at once as a reserve and as a vanguard against the fear from Elis.
§5.3.3αὐτὸς δʼ, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρʼ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.
He himself, having already written earlier to the Messenians, the Epirots, the Acarnanians, and Scerdilaidas, that each should man the ships they had and meet him at Cephallenia, put to sea from Patrae and sailed according to the agreement, and touched at Cephallenia near Pronnoi.
§5.3.4ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρκητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν.
But seeing that the small town [Pronnoi] was difficult to besiege and its territory narrow, he sailed past with his fleet and came to anchor at the city of the Paleans.
§5.3.5συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ Μακεδόνας ἐφῆκε σιτολογεῖν.
Finding this territory full of corn and capable of supporting an army, he disembarked his forces and encamped near the city; and having brought his ships together to anchor, he surrounded them with a trench and a palisade, and permitted the Macedonians to gather grain.
§5.3.6αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσδέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξελεῖν, §5.3.7ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίαν — ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τʼ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δʼ Ἀκαρνάνων ἐπόρθουν παραλίας — §5.3.8δεύτερον δʼ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας.
He himself went round the city, inspecting how it might be possible to bring siege works and engines against the wall, wishing at once to await his allies and to capture the city, in order, first, to deprive the Aetolians of their most vital assistance—for by using the ships of the Cephallenians they made their crossings to the Peloponnese and plundered the coasts of the Epirots and also of the Acarnanians— and secondly, to prepare for himself and for his allies a convenient base of operations against the territory of the enemy.
§5.3.9ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, §5.3.10ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δʼ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.
For Cephallenia lies along the Corinthian Gulf, stretching out as it were into the Sicilian Sea, and commands those parts of the Peloponnese that slope towards the north and west, especially the territory of the Eleans, and also those parts of Epirus, Aetolia, and Acarnania that are turned towards the south and west.