Humanitext Reader

ポリュビオス · 歴史 §5.2.1-5.2.11

フィリッポスの海戦準備とアペレスの陰謀

366 / 1311 箇所 · ギリシア語

要旨

アカイア人の民会解散後、フィリッポス王は海戦による攻勢を決定し、マケドニア兵を船の操練や重労働で訓練する。一方、アペレスは自らの地位低下に憤り、王を兵糧攻めにするための陰謀を謀ってカルキスへ退く。

§5.2.1δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ διελύθησαν ἐπὶ τὰς πόλεις·
これらのことが決議されると、アカイア人たちはそれぞれの都市へと解散した。
τῷ δὲ βασιλεῖ βουλευομένῳ μετὰ τῶν φίλων, ἐπειδὴ συνῆλθον αἱ δυνάμεις ἐκ τῆς παραχειμασίας, ἔδοξε χρῆσθαι κατὰ θάλατταν τῷ πολέμῳ.
一方、王は友人たちと協議した上で、冬営地から軍隊が集まると、海上で戦争を進めることを決定した。
§5.2.2οὕτως γὰρ ἐπέπειστο μόνως αὐτὸς μὲν δυνήσεσθαι ταχέως πανταχόθεν ἐπιφαίνεσθαι τοῖς πολεμίοις, τοὺς δʼ ὑπεναντίους ἥκιστʼ ἂν δύνασθαι παραβοηθεῖν ἀλλήλοις,
というのも、彼は、このようにしてのみ、自身はいたるところから素早く敵の前に姿を現すことができる一方、敵対者たちは互いに援護し合うことがほとんどできなくなるだろう、と確信していたからである。
§5.2.3ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δʼ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδηλότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας τῶν πολεμίων·
彼らは領土が離れ離れになっており、また、海上からの敵の出現が不意であり迅速であるために、それぞれが自らの身を案じているからである。
πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαιμονίους ἔτι δʼ Ἠλείους ὁ πόλεμος ἦν αὐτῷ.
実際、彼の戦争はアイトリア人、ラケダイモン人、さらにエリウス人に対するものであった。
§5.2.4κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων·
これらのことが決定されると、彼はアカイア人の船と自らの船をレカイオンに集め、絶え間なく訓練を行ってファランクス兵を鍛え、漕船作業に慣れさせた。 マケドニア人たちも王の命令に対して熱心に従った。
§5.2.5πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες,
というのも、彼らは、整列して戦う陸上での危険に対しても極めて勇敢であり、時宜に応じた海上での任務に対しても極めて迅速に即応し、さらに、塹壕掘りや杭打ち柵の構築、その他あらゆる類いの労役に対しても極めて勤勉に働く人々であったからである。
§5.2.6οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας, πολέμῳ κεχαρηότας ἠΰτε δαιτί.
それは、ヘシオドスがアイアコスの一族を次のように登場させているのと同様であった。 「宴会のように戦争を楽しむ者たち。
§5.2.7ὁ μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος·
」こうして、王とマケドニア人の大軍は、海上での訓練と準備に従事しながらコリントスに滞在していた。
§5.2.8ὁ δʼ Ἀπελλῆς, οὔτʼ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμοσίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστʼ ἐκείνους μὲν συμπαρόντας ἐπʼ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μηδαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπιβολάς.
しかしアペレスは、フィリッポスを支配することもできず、また軽視されて自身の権威が低下することにも耐えられず、レオンティオスやメガレアスの一派と陰謀を企てた。 すなわち、彼らが危急の際に同行して意図的にサボタージュをし、王の任務を台無しにし、自身はカルキスへと離れて、王の企てに対してどこからも物資の供給がなされないように画策するというものであった。
§5.2.9οὗτος μὲν οὖν τοιαῦτα συνθέμενος καὶ κακοτροπευσάμενος πρὸς τοὺς προειρημένους ἀπῆρεν εἰς τὴν Χαλκίδα; σκήψεις τινὰς εὐλόγους πρὸς τὸν βασιλέα πορισάμενος·
そこで彼は、このような合意を交わし、前述の者たちと悪巧みをした上で、王に対してはいくつかの尤もらしい口実を設けて、カルキスへと出発した。
§5.2.10κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρχούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα διʼ ἀπορίαν ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν.
そしてそこで滞在中、彼は、かつての信頼関係によって誰もが彼に従っていたため、誓約を非常に忠実に実行し、その結果、ついに王は資金難から、日々の活動のために、使用するための銀器を質に入れざるを得なくなるほどであった。
§5.2.11ἡθροισμένων δὲ τῶν πλοίων, καὶ τῶν Μακεδόνων ἤδη ταῖς εἰρεσίαις κατηρτισμένων, σιτομετρήσας καὶ μισθοδοτήσας ὁ βασιλεὺς τὴν δύναμιν ἀνήχθη, καὶ κατῆρε δευτεραῖος εἰς Πάτρας, ἔχων Μακεδόνας μὲν ἑξακισχιλίους, μισθοφόρους δὲ χιλίους καὶ διακοσίους.
船が集まり、マケドニア兵たちもすでに漕船作業に熟達すると、王は軍隊に糧食を支給し給与を支払って出帆し、二日目にマケドニア兵六千人と傭兵千二百人を率いてパトラスに到着した。

語釈・文法注

  1. §5.2.3ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δʼ ἑκάστους — 接続詞 ἅτε は対格分詞(διεσπασμένους, δεδιότας)を伴い、客観的な理由を示す。この分詞の主語は、前節 §5.2.2 の「敵対者たち」を表す τοὺς δʼ ὑπεναντίους(対格)であり、それと性・数・格が一致している。
  2. §5.2.5λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας... φιλοπονώτατοί τινες — 前半の最上級形容詞(γενναιότατοι, ἑτοιμότατοι)に続き、本句も一種の形容詞名詞化表現としてマケドニア人の性質を説明している。動詞の省略(εἰσί もしくは前文からつながる存在分詞 ὄντες の省略)を想定して、「〜において極めて勤勉に働く人々であった」と補う。
  3. §5.2.8ὥστʼ ἐκείνους μὲν συμπαρόντας ἐπʼ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν... αὐτὸς δὲ χωρισθεὶς... φροντίζειν — ὥστε(結果・目的)に導かれる不定詞(ἐθελοκακεῖν, λυμαίνεσθαι, φροντίζειν)の構文。前置詞句 πρὸς τοὺς περὶ Λεόντιον...(〜との合意・陰謀)の中身を具体的に規定しており、対比を示す μέν ... δέ によって、陰謀の役割分担(「彼らは〜し、自分は〜する」)が対格不定詞構文(ἐκείνους... ἐθελοκακεῖν / αὐτὸς... φροντίζειν)で並置されている。なお、αὐτός は主節の主語(アペレス)と同一であるため主格となっている。
  4. §5.2.10ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα... — 接続詞 ὥστε に導かれる強意の結果節。「〜するほどであった」の意。受動不定詞 ἀναγκασθῆναι(強制される)の主語は対格の τὸν βασιλέα で、分詞 τιθέντα はこれに一致する。ἀναγκασθῆναι に対する能動の不定詞(何をするように強制されたか)が ποιεῖσθαι(〜を行う、暮らす)であり、ἀπὸ τούτων(それら[=質に入れた銀器]から)がこれにかかる。

この箇所を引用する

ポリュビオス, 歴史 §5.2.1-5.2.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.2.1-5.2.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。