§5.3.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων·
与此同时,埃托利亚人的将军多里马科斯派遣阿格劳斯和斯科普斯,率领五百名新克里特人前往伊利斯人那里。
οἱ δʼ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς.
而伊利斯人因担心腓力企图围攻库勒涅,不仅集结雇佣兵、准备公民兵,还精心加固了库勒涅。
§5.3.2εἰς ἃ βλέπων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρʼ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον.
腓力注意到这些情况,便集结了阿派亚人的雇佣兵、随行的克里特兵以及部分加拉太骑兵,此外还纠集了来自阿派亚精锐部队的约二千名步兵,将他们留在迪梅人的城市,使他们一方面作为预备队,另一方面作为防范来自伊利斯威胁的前哨防线。
§5.3.3αὐτὸς δʼ, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρʼ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.
他自己此前已写信给麦塞尼亚人、伊庇鲁斯人、阿卡纳尼亚人以及斯凯尔迪莱达斯,要求他们各自将手头的船只装满人员,并在凯法洛尼亚汇合;于是他从帕特雷起航,按照约定航行,并在靠近普龙诺伊的凯法洛尼亚海岸接岸。
§5.3.4ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρκητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν.
但他看到这坐小城镇[普龙诺伊]难以围攻,且土地狭窄,便率领舰队驶过,在帕雷人的城市前停泊。
§5.3.5συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ Μακεδόνας ἐφῆκε σιτολογεῖν.
他发现这个地方盛产粮食,足以供养军队,便让军队登岸并在城市附近安营扎寨;他将船只集中停泊,并在其周围筑起战壕和栅栏,然后允许马其顿人采集粮食。
§5.3.6αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσδέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξελεῖν, §5.3.7ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίαν — ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τʼ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δʼ Ἀκαρνάνων ἐπόρθουν παραλίας — §5.3.8δεύτερον δʼ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας.
他自己则环绕城市视察,研究如何能将攻城器械和机械推至城墙之下,他一方面希望等待盟友,另一方面也渴望攻占这座城市,其目的首先是为了剥夺埃托利亚人最不可或缺的协助——因为他们利用凯法洛尼亚人的船只渡海前往伯罗奔尼撒,并且蹂躏伊庇鲁斯人以及阿卡纳尼亚人的沿海地区—— 其次,是为了给自己以及盟友准备一个针对敌方领土的便利出击基地。
§5.3.9ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος, §5.3.10ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δʼ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.
因为凯法洛尼亚坐落在科林斯湾旁,仿佛向西西里海延伸出去,它俯瞰着伯罗奔尼撒朝向北方和西方倾斜的部分(尤其是伊利斯人的领土),同时也俯瞰着伊庇鲁斯、埃托利亚以及阿卡纳尼亚朝向南方和西方转折的部分。