§5.29.1εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν·
彼らによってアラトスに対してなされた不遜な振る舞いのゆえにであった。
οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων —
さて、アイトリア人たちは、戦争に圧迫され、また事態が自分たちの予想に反して進んでいたことから、一方では和平を結ぶことを急いでいた。
§5.29.2ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς πράξεις, αὐτοὶ δʼ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παιδαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν — §5.29.3ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν ἡμέραν.
—— というのも彼らは、若さと経験不足のゆえに、フィリッポスを幼子のように扱えるだろうと期待していたが、フィリッポスが計画においても行動においても一人前の大人であることを見出し、自分たち自身のほうが、個別的な事柄においても全体的な事柄においても、軽蔑すべき子供じみた者であると露呈したからである—— だが他方で、ペルタスタイの間で起きた騒動や、アペレスやレオンティオスらの一派の滅亡についての報せが彼らに届くと、宮廷において何か重大で深刻な動揺が生じていると期待し、リオンに指定されていた期日を延期して引き延ばした。
§5.29.4ὁ δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον.
フィリッポスは、戦争に自信を持っていたこと、また和平交渉を拒絶しようとあらかじめ決意していたことから、この口実を喜んで捉え、そのとき集まっていた同盟国の人々に対し、和平に向けたことではなく戦争に向けた行動をとるよう求め、再び船出してコリントスへと引き返した。
§5.29.5καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάντας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δʼ ἀναχθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς διʼ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα·
そしてマケドニア兵全員を、冬営のためにテッサリア経由で本国へ帰還させ、自身はケンクレアイから出航し、アッティカ沿いを通ってエウリポス海峡を経由し、デメトリアスへと入港した。
§5.29.6κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόντιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε.
そしてそこで、レオンティオス一派の生き残りであったプトレマイオスを、マケドニア人たちの間で裁き、処刑した。
§5.29.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ἀννίβας μὲν εἰς Ἰταλίαν ἐμβεβληκὼς ἀντεστρατοπέδευε ταῖς τῶν Ῥωμαίων δυνάμεσι περὶ τὸν Πάδον καλούμενον ποταμόν,
この時期、ハンニバルはイタリアに侵攻し、パドスと呼ばれる川の付近でローマ軍と対峙して陣を構えていた。
§5.29.8Ἀντίοχος δὲ τὰ πλεῖστα μέρη Κοίλης Συρίας κατεστραμμένος αὖτις εἰς παραχειμασίαν ἀνέλυσε, Λυκοῦργος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων εἰς Αἰτωλίαν ἔφυγε, καταπλαγεὶς τοὺς ἐφόρους.
アンティオコスはコイレー・シュリアの大部分を征服したのち、再び冬営のために引き揚げており、ラケダイモン人の王リュクルゴスはエフォロスたちを恐れてアイトリアへ逃亡した。
§5.29.9οἱ γὰρ ἔφοροι, προσπεσούσης αὐτοῖς ψευδοῦς διαβολῆς, ὡς μέλλοντος αὐτοῦ νεωτερίζειν, ἁθροίσαντες τοὺς νέους νυκτὸς ἦλθον ἐπὶ τὴν οἰκίαν·
というのも、エフォロスたちは、彼が政変を企てているという虚偽の中傷がもたらされると、若者たちを集めて夜間に彼の屋敷に押し寄せたからである。
ὁ δὲ προαισθόμενος ἐξεχώρησε μετὰ τῶν ἰδίων οἰκετῶν.
しかし、彼はこれを事前に察知し、自らの召使たちを連れて脱出していた。