§5.29.1εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν·
their outrageous behavior toward Aratus.
οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων — §5.29.2ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς πράξεις, αὐτοὶ δʼ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παιδαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν — §5.29.3ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν ἡμέραν.
Meanwhile, the Aetolians were eager to make peace, being hard pressed by the war, and since affairs were turning out contrary to their expectation— for having hoped to treat Philip as a newborn child owing to his youth and inexperience, they found Philip to be a full-grown man both in his designs and in his actions, while they themselves appeared contemptible and childish both in particular details and in general affairs— but at the same time, when the news of the disturbance among the peltasts and the destruction of Apelles and Leontius reached them, they hoped that there was some great and troublesome commotion at the court, and so they kept putting off and delaying the day appointed for the meeting at Rhium.
§5.29.4ὁ δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον.
Philip, gladly seizing upon this pretext because he was confident of success in the war and had already resolved to brush aside the settlement, then exhorted those of the allies who had met him not to act for a settlement, but for war, and putting out to sea again, sailed back to Corinth.
§5.29.5καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάντας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δʼ ἀναχθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς διʼ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα·
He dismissed all the Macedonians to winter in their own country by way of Thessaly, while he himself, putting out from Cenchreae and coasting along Attica through the Euripus, sailed down to Demetrias.
§5.29.6κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόντιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε.
And there he tried Ptolemy, who was still left of the faction of Leontius, before the Macedonians, and put him to death.
§5.29.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ἀννίβας μὲν εἰς Ἰταλίαν ἐμβεβληκὼς ἀντεστρατοπέδευε ταῖς τῶν Ῥωμαίων δυνάμεσι περὶ τὸν Πάδον καλούμενον ποταμόν, §5.29.8Ἀντίοχος δὲ τὰ πλεῖστα μέρη Κοίλης Συρίας κατεστραμμένος αὖτις εἰς παραχειμασίαν ἀνέλυσε, Λυκοῦργος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων εἰς Αἰτωλίαν ἔφυγε, καταπλαγεὶς τοὺς ἐφόρους.
About this time Hannibal, having invaded Italy, was encamped opposite the forces of the Romans near the river called Padus, while Antiochus, having subdued most parts of Coele-Syria, again retired to winter quarters, and Lycurgus, the king of the Lacedaemonians, fled to Aetolia in terror of the ephors.
§5.29.9οἱ γὰρ ἔφοροι, προσπεσούσης αὐτοῖς ψευδοῦς διαβολῆς, ὡς μέλλοντος αὐτοῦ νεωτερίζειν, ἁθροίσαντες τοὺς νέους νυκτὸς ἦλθον ἐπὶ τὴν οἰκίαν· ὁ δὲ προαισθόμενος ἐξεχώρησε μετὰ τῶν ἰδίων οἰκετῶν.
For the ephors, upon receiving a false accusation against him that he was intending a revolution, gathered the young men and came to his house by night; but he, having perceived it beforehand, escaped with his own domestic servants.