Humanitext Reader

波利比奥斯 · 历史 §5.29.1-5.29.9

与埃托利亚和谈破裂及各地局势

第 393 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚人因期待马其顿宫廷出现动荡而推迟和谈,腓力借此机会决定继续战争并返回,处决了叛党的余孽;同时,地中海各地的汉尼拔、安条克和莱库古也各自展开行动。

§5.29.1εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν·
他们对阿拉图斯所做出的无礼行为。
οἱ δʼ Αἰτωλοὶ τὰ μὲν ἔσπευδον ποιήσασθαι τὴν εἰρήνην, πιεζόμενοι τῷ πολέμῳ, καὶ παρὰ δόξαν αὐτοῖς προχωρούντων τῶν πραγμάτων — §5.29.2ἐλπίσαντες γὰρ ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν, τὸν μὲν Φίλιππον εὗρον τέλειον ἄνδρα καὶ κατὰ τὰς ἐπιβολὰς καὶ κατὰ τὰς πράξεις, αὐτοὶ δʼ ἐφάνησαν εὐκαταφρόνητοι καὶ παιδαριώδεις ἔν τε τοῖς κατὰ μέρος καὶ τοῖς καθόλου πράγμασιν — §5.29.3ἅμα δὲ προσπιπτούσης αὐτοῖς τῆς τε περὶ τοὺς πελταστὰς γενομένης ταραχῆς καὶ τῆς τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον ἀπωλείας ἐλπίσαντες μέγα τι καὶ δυσχερὲς κίνημα περὶ τὴν αὐλὴν εἶναι, παρεῖλκον ὑπερτιθέμενοι τὴν ἐπὶ τὸ Ῥίον ταχθεῖσαν ἡμέραν.
另一方面,埃托利亚人因受到战争的压迫,且事态的发展出乎他们的意料,因此一方面急于缔结和平—— 因为他们曾希望凭借腓力的年轻和缺乏经验而将其视作婴儿来对待,结果却发现腓力无论在规划还是行动上都是一个成熟的男子,而他们自己反而在具体及整体事务中都显得微不足道且幼稚可笑—— 但与此同时,当他们得知轻装步兵中发生的骚乱以及阿佩莱斯和莱翁提乌斯一伙的覆灭时,他们期待宫廷中发生了某种重大且棘手的动荡,于是便推迟并拖延了约定在里翁会晤的日期。
§5.29.4ὁ δὲ Φίλιππος, ἀσμένως ἐπιλαβόμενος τῆς προφάσεως ταύτης διὰ τὸ θαρρεῖν ἐπὶ τῷ πολέμῳ, καὶ προδιειληφὼς ἀποτρίβεσθαι τὰς διαλύσεις, τότε παρακαλέσας τοὺς ἀπηντηκότας τῶν συμμάχων οὐ τὰ πρὸς διαλύσεις πράττειν, ἀλλὰ τὰ πρὸς τὸν πόλεμον, ἀναχθεὶς αὖτις ἀπέπλευσεν εἰς τὸν Κόρινθον.
腓力因对战争充满信心,并早已决心拒绝和解,便欣然利用了这一借口,随即号召已集结的盟友不要致力于和解,而要致力于战争,然后再次启航返回科林斯。
§5.29.5καὶ τοὺς μὲν Μακεδόνας διὰ Θετταλίας ἀπέλυσε πάντας εἰς τὴν οἰκείαν παραχειμάσοντας, αὐτὸς δʼ ἀναχθεὶς ἐκ Κεγχρεῶν, καὶ παρὰ τὴν Ἀττικὴν κομισθεὶς διʼ Εὐρίπου, κατέπλευσεν εἰς Δημητριάδα·
他让所有马其顿士兵经由色萨利返回本国过冬,而他自己则从肯克雷阿启航,沿着阿提卡海岸穿过尤里普斯海峡,降帆驶入德米特里亚斯。
§5.29.6κἀκεῖ Πτολεμαῖον, ὃς ἦν ἔτι λοιπὸς τῆς τῶν περὶ τὸν Λεόντιον ἑταιρείας, κρίνας ἐν τοῖς Μακεδόσιν ἀπέκτεινε.
他在那里,在马其顿人之中审判了莱翁提乌斯同党中硕果仅存的托勒密,并将其处死。
§5.29.7κατὰ δὲ τοὺς καιροὺς τούτους Ἀννίβας μὲν εἰς Ἰταλίαν ἐμβεβληκὼς ἀντεστρατοπέδευε ταῖς τῶν Ῥωμαίων δυνάμεσι περὶ τὸν Πάδον καλούμενον ποταμόν, §5.29.8Ἀντίοχος δὲ τὰ πλεῖστα μέρη Κοίλης Συρίας κατεστραμμένος αὖτις εἰς παραχειμασίαν ἀνέλυσε, Λυκοῦργος δʼ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων εἰς Αἰτωλίαν ἔφυγε, καταπλαγεὶς τοὺς ἐφόρους.
在此期间,汉尼拔已侵入意大利,在被称为帕杜斯的河流附近与罗马军队对峙扎营,而安条克在征服了柯里叙利亚的大部分地区后,再次返回过冬基地,拉刻代蒙人的国王莱库古因惧怕监察官而逃往埃托利亚。
§5.29.9οἱ γὰρ ἔφοροι, προσπεσούσης αὐτοῖς ψευδοῦς διαβολῆς, ὡς μέλλοντος αὐτοῦ νεωτερίζειν, ἁθροίσαντες τοὺς νέους νυκτὸς ἦλθον ἐπὶ τὴν οἰκίαν· ὁ δὲ προαισθόμενος ἐξεχώρησε μετὰ τῶν ἰδίων οἰκετῶν.
因为监察官们在收到关于他企图发动变革的虚假指控后,在夜间召集青年人前往他的住所;但他提前察觉,带着自己的家仆逃走了。

词汇与语法注释

  1. §5.29.1εἰς Ἄρατον γενομένην ἐξ αὐτῶν ἀσέλγειαν — 接在上一分段末尾介词(διὰ τὴν……)之后的宾格名词短语。在句法上,它补充完整了前一节中关于他们倒台或死亡原因的说明(“尤其是因为他们对阿拉图斯所做出的无礼行为”)。
  2. §5.29.2ὡς παιδίῳ νηπίῳ χρήσασθαι τῷ Φιλίππῳ — 由 ὡς 引导的不定式从句,作为分词 ἐλπίσαντες(希望)的宾语。这是希腊化时期希腊语的典型用法,在不定式前插入 ὡς。χρήσασθαι 支配与格 τῷ Φιλίππῳ,而 παιδίῳ νηπίῳ 作其补语,意为“将腓力视作婴儿来对待”。
  3. §5.29.3ἅμα δὲ προσπιπτούσης αὐτοῖς... ἐλπίσαντες — 由 ἅμα δέ(同时)引导的属格绝对句(προσπιπτούσης αὐτοῖς τῆς τε…… ταραχῆς καὶ τῆς…… ἀπωλείας)与修饰主句主语的分词 ἐλπίσαντες(因为希望)并列使用,同时交代了外部事件的背景和内部的心理动机。主句的谓语动词为 παρεῖλκον(推迟/拖延)。
  4. §5.29.6κρίνας ἐν τοῖς Μακεδόσιν — 介词短语 ἐν τοῖς Μακεδόσιν(在马其顿人之中)指的是在马其顿传统的军人大会(士兵集会)上进行审判。这不仅指物理上的场所,还包含“提交给他们的法庭/审判”这一准司法性质的语境。

引用这一段

波利比奥斯, 历史 §5.29.1-5.29.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.29.1-5.29.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。