Humanitext Reader

ポリュビオス · 歴史 §5.30.1-5.30.8

エペラトスの無策と年長アラトスの将軍就任

394 / 1311 箇所 · ギリシア語

要旨

アカイア同盟の将軍エペラトスの無能により防衛体制が崩壊し、アイトリアの将軍ピュリアスに領土を蹂躏される。アカイア同盟はエペラトスの任期満了に伴い、年長のアラトスを次期将軍に選出し、記述はアジアの情勢へと移行する。

§5.30.1τοῦ δὲ χειμῶνος ἐπιγενομένου, καὶ Φιλίππου μὲν τοῦ βασιλέως εἰς Μακεδονίαν ἀπηλλαγμένου, τοῦ δʼ Ἐπηράτου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν καταπεφρονημένου μὲν ὑπὸ τῶν πολιτικῶν νεανίσκων, κατεγνωσμένου δὲ τελέως ὑπὸ τῶν μισθοφόρων, οὔτʼ ἐπειθάρχει τοῖς παραγγελλομένοις οὐδεὶς οὔτʼ ἦν ἕτοιμον οὐδὲν πρὸς τὴν τῆς χώρας βοήθειαν.
冬が到来し、王フィリッポスがマケドニアへと去り、アカイア人の将軍エペラトスが、一方では市民の若者たちから軽蔑され、他方では傭兵たちから完全に侮蔑されていたため、命じられたことに従う者は誰もおらず、国家の防衛のために準備されているものは何もなかった。
§5.30.2εἰς ἃ βλέψας Πυρρίας ὁ παρὰ τῶν Αἰτωλῶν ἀπεσταλμένος στρατηγὸς τοῖς Ἠλείοις, ἔχων Αἰτωλῶν εἰς χιλίους καὶ τριακοσίους καὶ τοὺς τῶν Ἠλείων μισθοφόρους, ἅμα δὲ τούτοις πολιτικοὺς πεζοὺς μὲν εἰς χιλίους, ἱππεῖς δὲ διακοσίους, ὥστʼ εἶναι τοὺς πάντας εἰς τρισχιλίους, §5.30.3οὐ μόνον τὴν τῶν Δυμαίων καὶ Φαραιέων συνεχῶς ἐπόρθει χώραν, ἀλλὰ καὶ τὴν τῶν Πατρέων.
これらに目を向けた、アイトリア人からエリス人のもとへ派遣されていた将軍ピュリアスは、アイトリア兵約千三百人とエリス人の傭兵たち、さらに彼らとともに市民の歩兵約千人、騎兵二百人を擁し、全員で約三千人となったが、デュメとパライの領域を絶えず略奪しただけでなく、パトレイの領域をも略奪した。
§5.30.4τὸ δὲ τελευταῖον ἐπὶ τὸ Παναχαϊκὸν ὄρος καλούμενον ἐπιστρατοπεδεύσας, τὸ κείμενον ὑπὲρ τῆς τῶν Πατρέων πόλεως, ἐδῄου πᾶσαν τὴν ἐπὶ τὸ Ῥίον καὶ τὴν ἐπʼ Αἴγιον κεκλιμένην χώραν.
そして最後には、パトレイの街の上方に位置する、いわゆるパナカイコン山に陣を構え、リオンおよびアイギオンに向かって傾斜している全地域を荒廃させた。
§5.30.5λοιπὸν αἱ μὲν πόλεις κακοπαθοῦσαι καὶ μὴ τυγχάνουσαι βοηθείας δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς, οἱ δὲ στρατιῶται, τῶν ὀψωνίων παρελκομένων καὶ καθυστερούντων, τὸ παραπλήσιον ἐποίουν περὶ τὰς βοηθείας·
その結果、諸都市は困窮し、援助も得られなかったため、戦費の拠出を渋るようになり、他方で兵士たちは、給与の支払いが引き延ばされ遅れていたため、防衛活動に関して同様の態度をとった。
§5.30.6ἐξ ἀμφοῖν δὲ τῆς τοιαύτης ἀνταποδόσεως γινομένης, ἐπὶ τὸ χεῖρον προύβαινε τὰ πράγματα καὶ τέλος διελύθη τὸ ξενικόν.
双方からこのような報復的な対応が生じたため、事態は悪化の一途をたどり、ついには傭兵部隊が解散した。
πάντα δὲ ταῦτα συνέβαινε γίνεσθαι διὰ τὴν τοῦ προεστῶτος ἀδυναμίαν.
これらすべてのことは、指導者の無能さのために生じていたのである。
§5.30.7ἐν τοιαύτῃ δʼ ὄντων διαθέσει τῶν κατὰ τοὺς Ἀχαιούς, καὶ τῶν χρόνων ἤδη καθηκόντων, Ἐπήρατος μὲν ἀπετίθετο τὴν ἀρχήν, οἱ δʼ Ἀχαιοὶ τῆς θερείας ἐναρχομένης στρατηγὸν αὑτῶν Ἄρατον κατέστησαν τὸν πρεσβύτερον.
アカイア人の事態がこのような状態にあり、すでに任期が満了したため、エペラトスは退任し、アカイア人たちは夏の始まりに、年長のアラトスを自分たちの将軍に任命した。
καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
そして、ヨーロッパにおける事態はこのようになっていた。
§5.30.8ἡμεῖς δʼ ἐπειδὴ κατά τε τὴν τῶν χρόνων διαίρεσιν καὶ κατὰ τὴν τῶν πράξεων περιγραφὴν ἁρμόζοντα τόπον εἰλήφαμεν, μεταβάντες ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα τοῖς προειρημένοις ἐπιτελεσθείσας αὖτις ὑπὲρ ἐκείνων ποιησό
他方、私たちは、時間の区分においても出来事の区切りにおいても適切な箇所に達したので、アジアにおける出来事、すなわち前述の出来事と同じオリンピア期に遂行された出来事へと移行し、再びそれらについて[記述を]行う…

語釈・文法注

  1. §5.30.1τοῦ δὲ χειμῶνος ἐπιγενομένου, καὶ Φιλίππου μὲν τοῦ βασιλέως εἰς Μακεδονίαν ἀπηλλαγμένου, τοῦ δʼ Ἐπηράτου τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν καταπεφρονημένου μὲν ὑπὸ τῶν πολιτικῶν νεανίσκων, κατεγνωσμένου δὲ τελέως ὑπὸ τῶν μισθοφόρων — 文頭から続く一連の独立属格(Genitive absolute)の構成。時間的背景(冬の到来)と状況的背景(フィリッポスの帰国、エペラトスの求心力の喪失)を同時に示し、主節の「誰も従わず、準備もなかった」という結果の直接的な原因・背景を形作っている。
  2. §5.30.5τὸ παραπλήσιον ἐποίουν περὶ τὰς βοηθείας — 「防衛(あるいは出動救援)に関して同様のことを行った」という表現。直前の「諸都市が困窮して戦費の拠出を渋った(δυσχερῶς πως εἶχον πρὸς τὰς εἰσφοράς)」ことを受けて、給料が未払いの兵士たちも「同様に(=出動を渋り拒否すること)」行動したことを指す、反復を避けた簡潔な間接表現。
  3. §5.30.8ποιησό — 写本の破損により、未来指示の動詞(通常は ποιησόμεθα τὸν λόγον 等)の語頭部分のみが残された不完全な形。翻訳においても、この不完全なニュアンスを文末で表現している。

この箇所を引用する

ポリュビオス, 歴史 §5.30.1-5.30.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.30.1-5.30.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。