§5.25.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος,
このとき、レオンティオス、メガレアス、プトレマイオスの一味は、フィリッポスを脅迫し、そのような方法で自分たちが以前に犯した過ちを帳消しにできるとなおも確信しており、軽装盾兵たちと、マケドニア人の間でいわゆる「アゲーマ(精鋭部隊)」と呼ばれる者たちに、次のような不満の言葉を吹き込んだ。
§5.25.2ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν.
すなわち、彼らはすべての者のために危険を冒しているというのに、何ら正当な待遇を受けておらず、慣習に基づいて得られるはずの恩恵を完全に受け取ってもいない、と。
§5.25.3διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς.
彼らはこれらの言葉によって若者たちを扇動し、集団を作らせて、最も名高い友人たちの宿舎を略奪し、さらには王宮の扉を破り、その瓦を打ち砕くことを企てさせた。
§5.25.4τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας ὁ Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν.
これらのことが起こり、市全体が騒乱と大混乱に陥ると、これを聞いたフィリッポスは、レカイオンから急いで市へと駆け戻ってきた。
§5.25.5καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις.
そして、マケドニア人たちを劇場に集め、起こった事柄について、一方では一同を諭し、他方では叱責した。
§5.25.6θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν,
しかし、騒ぎと激しい混乱が続き、ある者たちは首謀者たちを連行して石打ちにすべきだと主張し、他の者たちは和解して誰に対しても恨みを残すべきではないと主張していたため、そのとき彼は、納得したふりをして一同を宥めると引き返した。
§5.25.7τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.
彼はこの暴動の首謀者が誰であるかを明確に知っていたが、時局を考慮して、気づかないふりをしたのである。