Humanitext Reader

ポリュビオス · 歴史 §5.24.1-5.24.12

フィリッポスのコリントス凱旋と調停使節の接見

388 / 1311 箇所 · ギリシア語

要旨

フィリッポスはラケダイモン近郊の要衝に宿営し、軍の威容を誇示したのち、テゲアとアルゴスを経由してコリントスへ凱旋する。そこでロードスやキオスの調停使節に対応し、フォキスでの作戦に向けて出港を準備する。

§5.24.1ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ,
──すでに夕暮れが迫っていたので、その地で宿営せざるを得なくなり、峡谷からの出口のあたりに陣を敷いた。
§5.24.2κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρʼ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν.
偶然にも、指揮官たちが次のような場所を確保したことによって、それは、まさにその市のすぐそばからラコニカの地へ侵入しようとする者が、他にこれ以上の場所を見出そうとしても見出せないほどのものであった。
§5.24.3ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημένων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας ἢ καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαίμονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα σταδίους, ἐπʼ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ.
というのも、テゲアから、あるいは一般に内陸からやって来てラケダイモンに近づく時、前述の峡谷の始まりのところに、市からおよそ二スタディオン離れ、川のまさにほとりに位置する場所があるからである。
§5.24.4τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ· τὸ δʼ ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κείμενον,
この場所の、市と川に面した側は、その全周が巨大で全く近づきがたい絶壁に囲まれており、一方、これらの崖の上の土地は、平坦で、土が豊かで、湿潤であり、同時に軍隊の出入りにとっても好都合な位置にある。
§5.24.5ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πόλεως, στρατοπεδεύειν δʼ ἐν καλλίστῳ, κρατοῦντα τῆς εἰσόδου καὶ τῆς διόδου τῶν στενῶν.
それゆえ、そこに陣を敷き、その上方にある丘を確保した者は、市のすぐ近くであるにもかかわらず安全に宿営しているように思われ、また、峡谷の入り口と通路を支配しているがゆえに、最も優れた場所に宿営しているように思われるのである。
§5.24.6πλὴν ὅ γε Φίλιππος, καταστρατοπεδεύσας ἐν τούτῳ μετʼ ἀσφαλείας, τῇ κατὰ πόδας ἡμέρᾳ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τὴν δὲ δύναμιν ἐξέταξεν ἐν τοῖς ἐπιπέδοις εὐσύνοπτον τοῖς ἐκ τῆς πόλεως.
ともあれフィリッポスは、この場所に安全に宿営したのち、翌日に輜重を先に出発させ、軍隊を平地に整列させて、市内の者たちからよく見えるようにした。
§5.24.7χρόνον μὲν οὖν τινα βραχὺν ἔμεινε, μετὰ δὲ ταῦτα κλίνας ἐπὶ κέρας ἦγε ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Τεγέαν.
こうして彼はしばらくの間そこに留まったが、その後、縦隊に隊形を改めて進軍し、テゲアへと行進を向けた。
§5.24.8συνάψας δὲ τοῖς τόποις ἐν οἷς Ἀντίγονος καὶ Κλεομένης συνεστήσαντο τὸν κίνδυνον, αὐτοῦ κατεστρατοπέδευσε.
そして、アンティゴノスとクレオメネスが戦闘を交えた場所に到着すると、そこに宿営した。
§5.24.9τῇ δʼ ἑξῆς θεασάμενος τοὺς τόπους καὶ θύσας τοῖς θεοῖς ἐφʼ ἑκατέρου τῶν λόφων, ὧν ὁ μὲν Ὄλυμπος, ὁ δʼ Εὔας καλεῖται, μετὰ ταῦτα προῆγε, στερροποιησάμενος τὴν οὐραγίαν.
翌日、その場所を検分し、一方はオリンポス、他方はエウアスと呼ばれる二つの丘のそれぞれで神々に犠牲を捧げると、その後、殿軍を強固にした上で前進した。
§5.24.10ἀφικόμενος δʼ εἰς Τεγέαν καὶ λαφυροπωλήσας πᾶσαν τὴν λείαν, καὶ μετὰ ταῦτα ποιησάμενος διʼ Ἄργους τὴν πορείαν, ἧκε μετὰ τῆς δυνάμεως εἰς Κόρινθον.
テゲアに到着すると、すべての戦利品を競売にかけ、その後、アルゴスを経由して行進し、軍隊とともにコリントスに到着した。
§5.24.11παρόντων δὲ πρεσβευτῶν παρά τε Ῥοδίων καὶ Χίων περὶ διαλύσεως τοῦ πολέμου, χρηματίσας τούτοις καὶ συνυποκριθεὶς καὶ φήσας ἕτοιμος εἶναι διαλύεσθαι καὶ νῦν καὶ πάλαι πρὸς Αἰτωλούς, τούτους μὲν ἐξέπεμπε, διαλέγεσθαι κελεύσας καὶ τοῖς Αἰτωλοῖς περὶ τῆς διαλύσεως,
ロードス人およびキオス人からの、戦争の終結に関する使節たちが来ていたので、彼らと交渉し、彼らの意向に合わせるふりをして、自分は今も昔もアイトリア人との和平に応じる用意があると述べ、彼らを送り出し、アイトリア人とも和平について話し合うよう命じた。
§5.24.12αὐτὸς δὲ καταβὰς εἰς τὸ Λέχαιον ἐγίνετο περὶ πλοῦν, ἔχων τινὰς πράξεις ὁλοσχερεστέρας ἐν τοῖς περὶ Φωκίδα τόποις.
自らはレカイオンへと下って船出の準備に取りかかった。 フォキス地方において、より重要な活動をいくつか控えていたからである。

語釈・文法注

  1. 5.24.1τῆς ὥρας συναγούσης — 独立属格。動詞 συνάγω はここでは「(時間が)迫る」「(日が)暮れる」の意で用いられており、文脈上「夕暮れが迫っていたため」と解釈される。
  2. 5.24.2κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον — 分詞句を含む、前置詞 κατὰ から始まる原因・状況の表現。τῶν ἡγεμόνων περιβαλομένων は独立属格と同じ構造を成しており、ここでは王を先導した「案内人たち」や「指揮官たち」が宿営地を偶然確保した出来事を表す。
  3. 5.24.4τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι — 非人称動詞 συμβαίνει の主語として対格不定詞構文(τὴν... πλευρὰν περιέχεσθαι)が用いられている。文頭の属格代名詞 τούτου は「この場所(τόπος)に関して言えば」という一種の基準あるいは所有を表す属格である。
  4. 5.24.11συνυποκριθεὶς — 分詞 συνυποκρίνομαι は「(相手の意見などに)調子を合わせる」「同意するふりをする」の意。調停使節たちの申し出に対して、フィリッポスが外交的な同調を演じたことを示す。

この箇所を引用する

ポリュビオス, 歴史 §5.24.1-5.24.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.24.1-5.24.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。