§5.25.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος, §5.25.2ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν.
At this time, Leontius, Megaleas, and Ptolemy, still believing that they could intimidate Philip and in this way retrieve their past errors, instilled discontent among the peltasts and those belonging to what is called the "Agema" among the Macedonians, suggesting that while they faced danger on behalf of everyone, they received none of their dues, nor did they obtain in full the benefits accruing to them from custom.
§5.25.3διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς.
By these words they incited the young men to band together and attempt to plunder the lodgings of the king's most prominent friends, and even to break down the doors and smash the roof-tiles of the king's palace.
§5.25.4τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας ὁ Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν.
While these things were happening and the whole city was in a state of tumult and confusion, Philip, on hearing of it, came in all haste, running from Lechaeum into the city.
§5.25.5καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις.
Having assembled the Macedonians in the theatre, he partly exhorted them and partly rebuked them all for what had been done.
§5.25.6θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, §5.25.7τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.
But as there was a tumult and great disorder, some thinking that they ought to arrest and stone the culprits, while others thought they should make peace and bear no malice to anyone, he then, pretending to be satisfied, exhorted them all and retired; for though he knew clearly who the authors of the movement were, he feigned ignorance because of the circumstances.