Humanitext Reader

波利比奥斯 · 历史 §5.25.1-5.25.7

士兵的暴乱与腓力的安抚平息

第 389 段,共 1311 段 · 希腊语

内容简介

莱昂提乌斯等人煽动士兵发动暴乱并袭击宫殿,但腓力急忙从莱哈翁赶回并召集马其顿人,考虑到局势,他假装不知情地平息了事态而未惩罚首谋者。

§5.25.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος, §5.25.2ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δʼ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν.
此时,莱昂提乌斯、梅加莱亚斯和普托莱米一伙人,仍深信能够通过这种方式威吓腓力并以此弥补过去的错误,于是向轻盾兵以及在马其顿人中被称为“精锐卫队(Agema)”的士兵散布煽动性的言论,声称他们虽然为众人冒着生命危险,却未得到任何公正的待遇,也没有完整地获得按惯例应得的利益。
§5.25.3διʼ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς.
他们借此煽动年轻士兵联合起来,企图洗劫国王最显赫的友人们的住所,甚至砸坏国王宫殿的大门并敲碎屋顶的瓦片。
§5.25.4τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας ὁ Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν.
随着这些事情的发生,整个城市陷入了一片喧嚣和混乱,腓力闻讯后,急忙从莱哈翁跑步赶回城内。
§5.25.5καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δʼ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις.
他将马其顿人召集到剧场,针对已发生的事情,一方面劝导他们,另一方面又对所有人进行斥责。
§5.25.6θορύβου δʼ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν,
然而,现场一片喧哗,秩序大乱,一些人认为应当逮捕并用石头砸死罪魁祸首,而另一些人则认为应当和解、不记前嫌。
§5.25.7τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.
于是,腓力假装被说服,安抚了众人后便退去了。 他虽然十分清楚谁是这场动乱的起事者,但考虑到当时的局势,他假装不知情。

词汇与语法注释

  1. §5.25.1οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον — 古希腊语惯用语“οἱ περὶ + 宾格”表示中心人物及其随从或同伙。此处指莱昂提乌斯、梅加莱亚斯、普托莱米三人及其党羽。
  2. §5.25.1ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον — 完成时被动分词 πεπεισμένοι 在此处具有中动/主动意义,意为“(仍旧)确信”,支配将来时不定式 καταπλήξεσθαι(中动相表示主动意义,“威吓”)。由于不定式的逻辑主语与分词的主语一致,故予以省略。
  3. §5.25.3διʼ ὧν — 关系代词 ὧν 为中性复数,以前句提到的煽动性言论(λόγους)为先行词,伴随表示手段或原因的前置词 διά,表示“通过这些言论”。
  4. §5.25.7ὑποκριθεὶς ὡς πεπεισμένος — 连词 ὡς 后接完成时被动分词 πεπεισμένος(被说服、被劝服),用以表示隐瞒真实不信任的主观虚假态度(“假装好像被说服了”)。

引用这一段

波利比奥斯, 历史 §5.25.1-5.25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.25.1-5.25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。