§5.20.1οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλππίου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους.
メッセニア人たちは、遠征に関するフィリッポスからの書状を受け取ると、他の同盟国たちの熱意に劣ることなく、急いで出陣し、最も精強な者たち、すなわち歩兵二千、騎兵二百を派遣した。
§5.20.2τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν·
しかし彼らは、道のりの長さゆえに、テゲアへのフィリッポスの到着に遅れてしまい、最初は、何をなすべきか途方に暮れていた。
§5.20.3ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι συνάψαι τοῖς περὶ τὸν Φίλιππον.
以前彼らに対して生じていた疑念のために、故意に不協力であると思われないか心配しながら、アルゴス地方を通ってラコーニアへと急ぎ、フィリッポスの軍勢と合流しようと望んだ。
§5.20.4παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, ὃ κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρατοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως·
アルゴスとラコーニアの国境付近に位置するグリュンペイスという場所に到着すると、その近くに、不慣れかつ軽率な方法で陣を張った。
§5.20.5οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούντων τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ τείχους αὐτοῦ παρενέβαλον.
すなわち、彼らは陣営の周りに堀も柵も施さず、有利な場所も見極めようとせず、その場所に住む人々の好意を無邪気に信じ込んで、まさにその城壁の前に陣を敷いたのである。
§5.20.6ὁ δὲ Λυκοῦργος, προσαγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακεδαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς.
一方、リュクルゴスは、メッセニア人たちの到来の知らせを受けると、傭兵たちとラケダイモン人の一部を率いて進軍し、明け方近くにその場所に到達して、大胆にもその陣営に襲いかかった。
οἱ δὲ Μεσσήνιοι, §5.20.7τἄλλα πάντα κακῶς βουλευσάμενοι, καὶ μάλιστα προελθεῖν ἐκ τῆς Τεγέας, μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις, παρʼ αὐτόν γε τὸν κίνδυνον κατὰ τὴν ἐπίθεσιν ὅμως τὸ δυνατὸν ἐκ τῶν πραγμάτων ἔλαβον πρὸς τὴν ἑαυτῶν σωτηρίαν·
メッセニア人たちは、他のすべての点で誤った計画を立てており、とりわけ十分な数でもなく、経験豊かな案内人を信頼することもなくテゲアから前進してきたのだが、まさにその攻撃時の危機の最中にあって、それでも状況から可能な最善の策を自らの救済のために取った。
§5.20.8ἅμα γὰρ τῷ συνιδεῖν ἐπιφαινομένους τοὺς πολεμίους ἀφέμενοι πάντων σπουδῇ πρὸς τὸ χωρίον προσέφυγον.
すなわち、彼らは敵が現れたのを見るや否や、すべてを放り出して急いでその場所へと逃げ込んだ。
§5.20.9διόπερ Λυκοῦργος τῶν μὲν ἵππων ἐγκρατὴς ἐγένετο τῶν πλείστων καὶ τῆς ἀποσκευῆς, τῶν δʼ ἀνδρῶν ζωγρίᾳ μὲν οὐδενὸς ἐκυρίευσε, τῶν δʼ ἱππέων ὀκτὼ μόνον ἀπέκτεινε.
そのため、リュクルゴスは馬の大部分と輜重を手に入れたが、捕虜としては一人も捕らえることができず、騎兵のうちわずか八名を討ち取るにとどまった。
§5.20.10Μεσσήνιοι μὲν οὖν τοιαύτῃ περιπετείᾳ χρησάμενοι πάλιν διʼ Ἄργους εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν.
メッセニア人たちはこのような災難に見舞われ、再びアルゴス経由で本国へと退却した。
§5.20.11ὁ δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν ἐκ τῆς χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς.
一方、リュクルゴスはこの出来事に意気揚々となり、ラケダイモンに戻ると準備に取りかかり、フィリッポスを戦闘や衝突なしにその地から退却させまいとして、友人たちと合議した。
§5.20.12ὁ δὲ βασιλεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας.
一方、王はヘレイアから撤収して進軍し、地方を略奪しながら、四日目に全軍を率いて昼頃に再びアミュクライへと戻った。