Humanitext Reader

波利比奥斯 · 历史 §5.20.1-5.20.12

麦塞尼亚军在格吕姆佩伊斯的溃败

第 384 段,共 1311 段 · 希腊语

内容简介

麦塞尼亚军队在行军企图与腓力会合时,因在格吕姆佩伊斯轻率驻营而遭到吕库尔戈斯的袭击,在失去物资后战败撤退。

§5.20.1οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλππίου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους.
麦塞尼亚人在收到腓力关于这次远征的信件后,在热忱上并不落后于其他盟友,而是急忙出发,派遣了他们最精壮的人员,包括两千名步兵和二百名骑兵。
§5.20.2τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν·
然而,由于路途遥远,他们未能赶上腓力到达帖革亚的时间,起初他们对于该做什么感到无所适从。
§5.20.3ἀγωνιῶντες δὲ μὴ δόξαιεν ἐθελοκακεῖν διὰ τὰς προγεγενημένας περὶ αὐτοὺς ὑποψίας, ὥρμησαν διὰ τῆς Ἀργείας εἰς τὴν Λακωνικήν, βουλόμενοι συνάψαι τοῖς περὶ τὸν Φίλιππον.
由于担心因先前对他们产生的怀疑而被认为是在故意消极怠工,他们便穿过阿耳戈斯地区进入拉科尼亚,企图与腓力的军队会合。
§5.20.4παραγενόμενοι δὲ πρὸς Γλυμπεῖς χωρίον, ὃ κεῖται περὶ τοὺς ὅρους τῆς Ἀργείας καὶ Λακωνικῆς, πρὸς τοῦτο κατεστρατοπέδευσαν ἀπείρως ἅμα καὶ ῥᾳθύμως·
当他们到达位于阿耳戈斯和拉科尼亚交界处的要塞格吕姆佩伊斯时,便以一种缺乏经验且极其大意的方式在要塞附近驻扎下来。
§5.20.5οὔτε γὰρ τάφρον οὔτε χάρακα τῇ παρεμβολῇ περιέβαλον οὔτε τόπον εὐφυῆ περιέβλεψαν, ἀλλὰ τῇ τῶν κατοικούντων τὸ χωρίον εὐνοίᾳ πιστεύοντες ἀκάκως πρὸ τοῦ τείχους αὐτοῦ παρενέβαλον.
因为他们既没有在营地周围挖掘壕沟、构筑栅栏,也没有寻找有利的地形,而是天真地信任该地居民的善意,直接在城墙前安营扎寨。
§5.20.6ὁ δὲ Λυκοῦργος, προσαγγελθείσης αὐτῷ τῆς τῶν Μεσσηνίων παρουσίας, ἀναλαβὼν τοὺς μισθοφόρους καί τινας τῶν Λακεδαιμονίων προῆγε, καὶ συνάψας τοῖς τόποις ὑπὸ τὴν ἑωθινὴν ἐπέθετο τῇ στρατοπεδείᾳ τολμηρῶς.
吕库尔戈斯在得知麦塞尼亚人到来的消息后,带领雇佣兵和部分拉刻代蒙人前进,并在黎明时分赶到该地,大胆地袭击了他们的营地。
οἱ δὲ Μεσσήνιοι, §5.20.7τἄλλα πάντα κακῶς βουλευσάμενοι, καὶ μάλιστα προελθεῖν ἐκ τῆς Τεγέας, μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις, παρʼ αὐτόν γε τὸν κίνδυνον κατὰ τὴν ἐπίθεσιν ὅμως τὸ δυνατὸν ἐκ τῶν πραγμάτων ἔλαβον πρὸς τὴν ἑαυτῶν σωτηρίαν·
麦塞尼亚人,虽然在其他所有方面都策划不周,尤其是从帖革亚前进时,人数既不充足,也没有信任经验丰富的向导,但在袭击发生时的危险关头,他们仍然采取了在当时情况下唯一可行的自救措施。
§5.20.8ἅμα γὰρ τῷ συνιδεῖν ἐπιφαινομένους τοὺς πολεμίους ἀφέμενοι πάντων σπουδῇ πρὸς τὸ χωρίον προσέφυγον.
因为一看到敌人出现,他们便丢弃了一切,急忙逃入要塞。
§5.20.9διόπερ Λυκοῦργος τῶν μὲν ἵππων ἐγκρατὴς ἐγένετο τῶν πλείστων καὶ τῆς ἀποσκευῆς, τῶν δʼ ἀνδρῶν ζωγρίᾳ μὲν οὐδενὸς ἐκυρίευσε, τῶν δʼ ἱππέων ὀκτὼ μόνον ἀπέκτεινε.
因此,吕库尔戈斯占有了他们的大部分马匹和行李,但他没有俘虏任何一个人,仅杀死了八名骑兵。
§5.20.10Μεσσήνιοι μὲν οὖν τοιαύτῃ περιπετείᾳ χρησάμενοι πάλιν διʼ Ἄργους εἰς τὴν οἰκείαν ἀνεκομίσθησαν.
遭遇了如此挫折的麦塞尼亚人,再次取道阿耳戈斯返回了自己的家园。
§5.20.11ὁ δὲ Λυκοῦργος μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, παραγενόμενος εἰς τὴν Λακεδαίμονα περὶ παρασκευὴν ἐγίνετο καὶ συνήδρευε μετὰ τῶν φίλων, ὡς οὐκ ἐάσων τὸν Φίλιππον ἐπανελθεῖν ἐκ τῆς χώρας ἄνευ κινδύνου καὶ συμπλοκῆς.
而吕库尔戈斯因这一成就而意气风发,回到拉刻代蒙后开始进行准备,并与朋友们商议,决不让腓力毫无危险和冲突地离开该地区。
§5.20.12ὁ δὲ βασιλεὺς ἐκ τῆς Ἑλείας ἀναζεύξας προῆγε, πορθῶν ἅμα τὴν χώραν, καὶ τεταρταῖος αὖθις εἰς τὰς Ἀμύκλας κατῆρε παντὶ τῷ στρατεύματι περὶ μέσον ἡμέρας.
国王则从赫莱亚拔营前进,一路上劫掠该地区,并在第四天中午时分,率领全军再次抵达阿米克莱。

词汇与语法注释

  1. 5.20.1τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων — τῇ ὁρμῇ 是表示限定(方面)的与格,意为“在热忱上”。τῶν ἄλλων συμμάχων 是由表示落后、不足的动词 ἐλείποντο 支配的比较属格。
  2. 5.20.2καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου — καθυστερήσαντες 是动词 καθυστερέω(迟到、落后于)的不定过去分词,支配属格 τῆς παρουσίας,表示所迟到的对象。τοῦ Φιλίππου 是修饰 παρουσίας 的主格性属格。
  3. 5.20.7μὴ κατὰ τὸ πλῆθος ἀξιόχρεως ὑπάρχοντες μήτε πιστεύοντες ἐμπείροις — 伴随着主分词 βουλευσάμενος、表示附带情况或让步的分词短语。这里使用主观否定词 μή (μὴ... μήτε) 而非 οὐ,表明这是在描述一种主观状态或对情况的性质判定。

引用这一段

波利比奥斯, 历史 §5.20.1-5.20.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.20.1-5.20.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。