§5.19.1κειντο πρὸς τὸ παρόν.
[ラケダイモン人たちは]当面の間、困難な状況に置かれていた。
ὁ δὲ Φίλιππος τῇ μὲν πρώτῃ κατεστρατοπέδευσε περὶ τὰς Ἀμύκλας.
一方、フィリッポスは、初日はアミュクライの周辺に陣を張った。
§5.19.2αἱ δʼ Ἀμύκλαι καλούμεναι τόπος ἐστὶ τῆς Λακωνικῆς χώρας καλλιδενδρότατος καὶ καλλικαρπότατος, ἀπέχει δὲ τῆς Λακεδαίμονος ὡς εἴκοσι σταδίους.
アミュクライと呼ばれる場所は、ラコーニア地方で最も樹木が美しく、最も実り豊かな場所であり、ラケダイモンからは約20スタディオン離れている。
§5.19.3ὑπάρχει δὲ καὶ τέμενος Ἀπόλλωνος ἐν αὐτῷ σχεδὸν ἐπιφανέστατον τῶν κατὰ τὴν Λακωνικὴν ἱερῶν.
また、そこにはアポロンの聖域もあり、ラコーニアにある神殿の中でほぼ最も著名なものである。
κεῖται δὲ τῆς πόλεως ἐν τοῖς πρὸς θάλατταν κεκλιμένοις μέρεσι.
そしてそれは、都市から海へと傾斜している地域に位置している。
§5.19.4τῇ δʼ ἐπιούσῃ πορθῶν ἅμα τὴν χώραν εἰς τὸν Πύρρου καλούμενον κατέβη χάρακα.
翌日、彼は地方を略奪しつつ、「ピュロスの陣営」と呼ばれる場所に下っていった。
δύο δὲ τὰς ἑξῆς ἡμέρας ἐπιδραμὼν καὶ δῃώσας τοὺς σύνεγγυς τόπους, §5.19.5κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην·
そして続く二日間、近隣の地域を襲撃し、荒らし回ったのち、カルニオンの周辺に陣を張った。 そこから出発してアシネへと軍を進めた。
καὶ ποιησάμενος προσβολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου.
そして攻撃を仕掛けたが、何らめぼしい成果を上げられず、撤収し、その後は進軍しながら、クレタ海に面する全地域をタイナロンに至るまで破壊した。
§5.19.6μεταβαλόμενος δʼ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, ὃ καλεῖται μὲν Γύθιον, ἔχει δʼ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ διακόσια καὶ τριάκοντα στάδια.
再び進路を変えて、ラケダイモン人の海軍基地に沿って行軍した。 それはギュティオンと呼ばれ、安全な港を持ち、都市からは約230スタディオン離れている。
§5.19.7τοῦτο δʼ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα τῆς Λακωνικῆς.
行軍の途中でこれを右手に残して出発し、ヘレイアの周辺に陣を張った。 ここは、地方として見なされた場合、ラコーニアで最も広大かつ最も美しい地域である。
§5.19.8ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.
そこから略奪部隊を派遣し、この地域全体を焼き払い、そこの作物を破壊した。 また略奪部隊はアクライやレウカイ、さらにはボイアイ人の地域にまで達した。