§5.106.1Ἀχαιοὶ μὲν οὖν ὡς θᾶττον ἀπέθεντο τὸν πόλεμον, στρατηγὸν αὑτῶν ἑλόμενοι Τιμόξενον, ἀναχωρήσαντες εἰς τὰ σφέτερα νόμιμα καὶ τὰς διαγωγάς, §5.106.2ἅμʼ Ἀχαιοῖς δʼ [καὶ] αἱ λοιπαὶ πόλεις αἱ κατὰ Πελοπόννησον, ἀνεκτῶντο μὲν τοὺς ἰδίους βίους, ἐθεράπευον δὲ τὴν χώραν, ἀνενεοῦντο δὲ τὰς πατρίους θυσίας καὶ πανηγύρεις καὶ τἄλλα τὰ πρὸς τοὺς θεοὺς παρʼ ἑκάστοις ὑπάρχοντα νόμιμα.
アカイア同盟の人々は、戦争が終わるやいなや、ティモクセノスを自分たちの将軍に選出して、自分たちの従来の法制度や生活様式へと立ち戻り、アカイア人と同時に、ペロポネソス半島のその他の都市国家もまた、自分たちの私的な生活を回復し、土地を耕作し、先祖伝来の犠牲式や祝祭、その他それぞれの地で神々に対して定められていた慣行を復興させた。
§5.106.3σχεδὸν γὰρ ὡς ἂν εἰ λήθην συνέβαινε γεγονέναι παρὰ τοῖς πλείστοις περὶ τὰ τοιαῦτα διὰ τὴν συνέχειαν τῶν προγεγονότων πολέμων.
なぜなら、これまでの絶え間ない戦争のために、大部分の人々の間でそのような事柄についての忘却がほとんど生じてしまっていたからである。
§5.106.4οὐ γὰρ οἶδʼ ὅπως ἀεί ποτε Πελοποννήσιοι, τῶν ἄλλων ἀνθρώπων οἰκειότατα πρὸς τὸν ἥμερον καὶ τὸν ἀνθρώπινον βίον ἔχοντες, ἥκιστα πάντων ἀπολελαύκασιν αὐτοῦ κατά γε τοὺς ἀνώτερον χρόνους, μᾶλλον δέ πως κατὰ τὸν Εὐριπίδην ἦσαν ἀεὶ πρασίμοχθοί τινες καὶ οὔποτε ἥσυχοι δορί.
というのも、ペロポネソスの人々は、他のあらゆる人々の中で穏やかで人間らしい生活に最も適した性質を持っていながら、どういうわけか、かつての時代においてその生活を最も享受することができず、むしろエウリピデスの言うように、常に「骨を折って働き、槍を休めることのない」人々であったからである。
§5.106.5τοῦτο δέ μοι δοκοῦσι πάσχειν εἰκότως·
彼らがこのような目に遭うのも当然であると私には思われる。
ἅπαντες γὰρ ἡγεμονικοὶ καὶ φιλελεύθεροι ταῖς φύσεσι μάχονται συνεχῶς πρὸς ἀλλήλους, ἀπαραχωρήτως διακείμενοι περὶ τῶν πρωτείων.
なぜなら、彼らはみな本性において主導権を握りたがり、自由を愛するがゆえに、覇権をめぐって一歩も退かぬ態度をとり、互いに絶えず戦っているからである。
§5.106.6Ἀθηναῖοι δὲ τῶν ἐκ Μακεδονίας φόβων ἀπελέλυντο καὶ τὴν ἐλευθερίαν ἔχειν ἐδόκουν ἤδη βεβαίως,
一方、アテナイの人々はマケドニアからの恐怖から解放され、いまや確固とした自由を手にしていると考えていた。
§5.106.7χρώμενοι δὲ προστάταις Εὐρυκλείδᾳ καὶ Μικίωνι τῶν μὲν ἄλλων Ἑλληνικῶν πράξεων οὐδʼ ὁποίας μετεῖχον, ἀκολουθοῦντες δὲ τῇ τῶν προεστώτων αἱρέσει καὶ ταῖς τούτων ὁρμαῖς εἰς πάντας τοὺς βασιλεῖς ἐξεκέχυντο, καὶ μάλιστα τούτων εἰς Πτολεμαῖον,
彼らはエウリュクレイデスとミキオンを指導者として戴き、他のギリシアのいかなる事柄にも関与せず、これら指導者たちの選択と衝動に従い、すべての王たちに対して、そしてとりわけ彼らのうちプトレマイオスに対して、へつらいの限りを尽くしていた。
§5.106.8καὶ πᾶν γένος ὑπέμενον ψηφισμάτων καὶ κηρυγμάτων, βραχύν τινα λόγον ποιούμενοι τοῦ καθήκοντος διὰ τὴν τῶν προ
そして彼らは、指導者たちの……のために、なすべき義務をほとんど顧みず、あらゆる種類の決議や布告を受け入れていた。