Humanitext Reader

波利比奥斯 · 历史 §5.106.1-5.106.8

伯罗奔尼撒的和平恢复与雅典的谄媚

第 470 段,共 1311 段 · 希腊语

内容简介

叙述了阿开亚及伯罗奔尼撒各邦恢复和平生活并重建传统宗教秩序的过程,同时指出雅典在摆脱马其顿威胁后,在特定领导人影响下转而对外国君主进行谄媚奉承。

§5.106.1Ἀχαιοὶ μὲν οὖν ὡς θᾶττον ἀπέθεντο τὸν πόλεμον, στρατηγὸν αὑτῶν ἑλόμενοι Τιμόξενον, ἀναχωρήσαντες εἰς τὰ σφέτερα νόμιμα καὶ τὰς διαγωγάς, §5.106.2ἅμʼ Ἀχαιοῖς δʼ [καὶ] αἱ λοιπαὶ πόλεις αἱ κατὰ Πελοπόννησον, ἀνεκτῶντο μὲν τοὺς ἰδίους βίους, ἐθεράπευον δὲ τὴν χώραν, ἀνενεοῦντο δὲ τὰς πατρίους θυσίας καὶ πανηγύρεις καὶ τἄλλα τὰ πρὸς τοὺς θεοὺς παρʼ ἑκάστοις ὑπάρχοντα νόμιμα.
阿开亚人一旦结束战争,便选举提摩克塞诺斯为他们的将军,并回到了他们原本的法律制度和生活方式中;与阿开亚人同时,伯罗奔尼撒半岛的其他城市也恢复了各自的私生活,耕作土地,并复兴了祖传的祭祀、节日以及各地原有的其他敬神习俗。
§5.106.3σχεδὸν γὰρ ὡς ἂν εἰ λήθην συνέβαινε γεγονέναι παρὰ τοῖς πλείστοις περὶ τὰ τοιαῦτα διὰ τὴν συνέχειαν τῶν προγεγονότων πολέμων.
因为由于先前接连不断的战争,大多数人对于此类事务几乎已经遗忘殆尽。
§5.106.4οὐ γὰρ οἶδʼ ὅπως ἀεί ποτε Πελοποννήσιοι, τῶν ἄλλων ἀνθρώπων οἰκειότατα πρὸς τὸν ἥμερον καὶ τὸν ἀνθρώπινον βίον ἔχοντες, ἥκιστα πάντων ἀπολελαύκασιν αὐτοῦ κατά γε τοὺς ἀνώτερον χρόνους, μᾶλλον δέ πως κατὰ τὸν Εὐριπίδην ἦσαν ἀεὶ πρασίμοχθοί τινες καὶ οὔποτε ἥσυχοι δορί.
因为我不知道为什么,伯罗奔尼撒人虽然在所有人中最适合温和而有人性的生活,但在过去的时间里却最少享受到这种生活,反而正如欧里庇得斯所说,他们总是“辛勤劳作且在枪矛下永无宁日”。
§5.106.5τοῦτο δέ μοι δοκοῦσι πάσχειν εἰκότως· ἅπαντες γὰρ ἡγεμονικοὶ καὶ φιλελεύθεροι ταῖς φύσεσι μάχονται συνεχῶς πρὸς ἀλλήλους, ἀπαραχωρήτως διακείμενοι περὶ τῶν πρωτείων.
在我看来,他们遭受此番境遇是理所当然的;因为他们在天性上都渴望支配且热爱自由,因此为了争夺首位而毫不妥协,以至于彼此不断地交战。
§5.106.6Ἀθηναῖοι δὲ τῶν ἐκ Μακεδονίας φόβων ἀπελέλυντο καὶ τὴν ἐλευθερίαν ἔχειν ἐδόκουν ἤδη βεβαίως, §5.106.7χρώμενοι δὲ προστάταις Εὐρυκλείδᾳ καὶ Μικίωνι τῶν μὲν ἄλλων Ἑλληνικῶν πράξεων οὐδʼ ὁποίας μετεῖχον, ἀκολουθοῦντες δὲ τῇ τῶν προεστώτων αἱρέσει καὶ ταῖς τούτων ὁρμαῖς εἰς πάντας τοὺς βασιλεῖς ἐξεκέχυντο, καὶ μάλιστα τούτων εἰς Πτολεμαῖον,
另一方面,雅典人已经从对马其顿的恐惧中解脱出来,并认为自己现在已经牢固地拥有了自由;他们以尤里克莱德斯和米基翁为领导者,不参与希腊的其他任何事务,而是追随这些人的选择和冲动,向所有的国王献媚,尤其是在这些人中对托勒密献媚。
§5.106.8καὶ πᾶν γένος ὑπέμενον ψηφισμάτων καὶ κηρυγμάτων, βραχύν τινα λόγον ποιούμενοι τοῦ καθήκοντος διὰ τὴν τῶν προ
他们顺从于各种决议和公告,由于领导者们的……而几乎不考虑应尽的体面。

词汇与语法注释

  1. 5.106.1ὡς θᾶττον — 起连词作用,表示“一……就……(as soon as)”。它引导一个时间状语从句,在此处与直陈语气不定过去时动词 `ἀπέθεντο` 连用。
  2. 5.106.3ὡς ἂν εἰ — 带有潜在语气助词 `ἄν` 和条件连词 `εἰ` 的比较表达,意为“仿佛,好像”。修饰 `σχεδόν`(几乎),整体表示比喻性色彩:“几乎就像发生了忘却一样”。
  3. 5.106.4τῶν ἄλλων ἀνθρώπων — 伴随形容词最高级 `οἰκειότατα` 的表示比较或范围的属格,意为“在所有其他人中最适合的(最有亲和力的)”。
  4. 5.106.7χρώμενοι δὲ προστάταις Εὐρυκλείδᾳ καὶ Μικίωνι — 支配与格的动词 `χράομαι` 的分词形式。`προστάταις` 与人名 `Εὐρυκλείδᾳ καὶ Μικίωνι` 呈同位语关系,释为“以尤里克莱德斯和米基翁为领导者”。

引用这一段

波利比奥斯, 历史 §5.106.1-5.106.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.106.1-5.106.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。