§5.105.1ὁ μὲν οὖν Ἀγέλαος τοιαῦτα διαλεχθεὶς πάντας μὲν παρώρμησε τοὺς συμμάχους πρὸς τὰς διαλύσεις, μάλιστα δὲ τὸν Φίλιππον, οἰκείοις χρησάμενος λόγοις πρὸς τὴν ὁρμὴν αὐτοῦ τὴν ἤδη προκατεσκευασμένην ὑπὸ τῶν τοῦ Δημητρίου παραινέσεων. §5.105.2διόπερ ἀνθομολογησάμενοι πρὸς σφᾶς ὑπὲρ τῶν κατὰ μέρος, καὶ κυρώσαντες τὰς διαλύσεις, ἐχωρίσθησαν, κατάγοντες εἰς τὰς οἰκείας ἕκαστοι πατρίδας εἰρήνην ἀντὶ πολέμου. §5.105.3ταῦτα δὲ πάντα συνέβη γενέσθαι κατὰ τὸν τρίτον ἐνιαυτὸν τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος, λέγω δὲ τὴν τῶν Ῥωμαίων περὶ Τυρρηνίαν μάχην καὶ τὴν Ἀντιόχου περὶ Κοίλην Συρίαν, ἔτι δὲ τὰς Ἀχαιῶν καὶ Φιλίππου πρὸς Αἰτωλοὺς διαλύσεις. τὰς μὲν οὖν Ἑλληνικὰς καὶ τὰς Ἰταλικάς, §5.105.4ἔτι δὲ τὰς Λιβυκὰς πράξεις, οὗτος ὁ καιρὸς καὶ τοῦτο τὸ διαβούλιον συνέπλεξε πρῶτον· §5.105.5οὐ γὰρ ἔτι Φίλιππος οὐδʼ οἱ τῶν Ἑλλήνων προεστῶτες ἄρχοντες πρὸς τὰς κατὰ τὴν Ἑλλάδα πράξεις ποιούμενοι τὰς ἀναφορὰς οὔτε τοὺς πολέμους οὔτε τὰς διαλύσεις ἐποιοῦντο πρὸς ἀλλήλους, ἀλλʼ ἤδη πάντες πρὸς τοὺς ἐν Ἰταλίᾳ σκοποὺς ἀπέβλεπον. §5.105.6ταχέως δὲ καὶ πρὸς τοὺς νησιώτας καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας τὸ παραπλήσιον συνέβη γενέσθαι· §5.105.7καὶ γὰρ οἱ Φιλίππῳ δυσαρεστούμενοι καί τινες τῶν Ἀττάλῳ διαφερομένων οὐκέτι πρὸς Ἀντίοχον καὶ Πτολεμαῖον οὐδὲ πρὸς μεσημβρίαν καὶ τὰς ἀνατολὰς ἔνευον, ἀλλʼ ἐπὶ τὴν ἑσπέραν ἀπὸ τούτων τῶν καιρῶν ἔβλεπον, καὶ τινὲς μὲν πρὸς Καρχηδονίους, οἱ δὲ πρὸς Ῥωμαίους ἐπρέσβευον, §5.105.8ὁμοίως δὲ καὶ Ῥωμαῖοι πρὸς τοὺς Ἕλληνας, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν καὶ προορώμενοι μὴ συνεπίθηται τοῖς τότε περιεστῶσιν αὐτοὺς καιροῖς. §5.105.9ἡμεῖς δʼ ἐπειδὴ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόσχεσιν σαφῶς, οἶμαι, δεδείχαμεν πότε καὶ πῶς καὶ διʼ ἃς αἰτίας αἱ κατὰ τὴν Ἑλλάδα πράξεις συνεπλάκησαν ταῖς Ἰταλικαῖς καὶ Λιβυκαῖς, §5.105.10λοιπὸν κατὰ τὸ συνεχὲς ποιησάμενοι τὴν διήγησιν ὑπὲρ τῶν Ἑλληνικῶν ἕως εἰς τοὺς καιρούς, ἐν οἷς Ῥωμαῖοι τὴν περὶ Κάνναν μάχην ἡττήθησαν, ἐφʼ ἣν τῶν Ἰταλικῶν πράξεων τὴν καταστροφὴν ἐποιησάμεθα, καὶ ταύτην τὴν βύβλον ἀφοριοῦμεν, ἐξισώσαντες τοῖς προειρημένοις καιροῖς.
アゲラオスはこのように語ることで、すべての同盟国、とりわけフィリッポスに講和へと向かうよう促した。彼は、デメトリオスの勧告によってすでに彼の内に生じていた衝動に対して、極めて適切な言葉を用いたのである。それゆえ、彼らは細部について互いに合意に達し、講和を承認した上で、それぞれ戦争の代わりに平和を自らの祖国へと持ち帰りながら解散した。これらすべての出来事は、第百四十回オリンピアードの第三年に起こった。すなわち、ローマ人のティレニアでの戦い、アンティオコスのコイレ・シリアでの戦い、そしてアカイア人とフィリッポスのアイトリア人との講和である。こうして、ギリシアとイタリア、さらにはリビアの諸事件が、この好機とこの会議によって初めて互いに結びつけられたのである。というのも、フィリッポスもギリシアの指導者たちも、もはやギリシア国内の出来事を基準にして互いに戦争を行ったり講和を結んだりすることはなくなり、今や全員がイタリアの情勢に目を向けていたからである。そして間もなく、島々の住民やアジアに居住する人々にとっても、同様のことが起こるに至った。なぜなら、フィリッポスに不満を抱く者たちや、アッタロスと対立していた者たちの一部は、もはやアンティオコスやプトレマイオスの方を向くことも、南や東に関心を寄せることもなく、この時期以降は西の方を眺め、ある者はカルタゴ人へ、ある者はローマ人へと使節を派遣したからである。同様にローマ人も、フィリッポスの不敵さを恐れ、当時自分たちを取り巻いていた危機に乗じて彼が攻撃を仕掛けてくるのではないかと予見し、ギリシア人たちに注意を向けた。私は、最初の約束に従って、ギリシアの諸事件がいつ、どのように、そしてどのような原因によってイタリアおよびリビアの諸事件と結びつくようになったのかを、十分に明らかにしたと思うので、あとは、ギリシアの歴史に関する叙述を途切れることなく続け、ローマ人がカンナエの戦いで敗北したあの時期(その時点で私たちはイタリアの事件の叙述を締めくくったのであるが)にまで至らせ、前述の時期と一致させた上で、この巻を締めくくることにする。