§5.104.1βασιλέα καὶ τοὺς παρόντας συμμάχους.
王と、そこに居合わせた同盟諸国の代表たちに対して述べたのである。
ὃς ἔφη δεῖν μάλιστα μὲν μηδέποτε πολεμεῖν τοὺς Ἕλληνας ἀλλήλοις, ἀλλὰ μεγάλην χάριν ἔχειν τοῖς θεοῖς, εἰ λέγοντες ἓν καὶ ταὐτὸ πάντες καὶ συμπλέκοντες τὰς χεῖρας, καθάπερ οἱ τοὺς ποταμοὺς διαβαίνοντες, δύναιντο τὰς τῶν βαρβάρων ἐφόδους ἀποτριβόμενοι συσσῴζειν σφᾶς αὐτοὺς καὶ τὰς πόλεις.
彼は、ギリシア人たちは何よりもまず互いに決して交戦すべきではなく、むしろ、川を渡る人々のように、全員が一致団結して手を携え、異民族の来襲を退けて、自分たち自身と自分たちの都市を共に救うことができるならば、神々に深く感謝すべきであると語った。
§5.104.2οὐ μὴν ἀλλʼ εἰ τὸ παράπαν τοῦτο μὴ δυνατόν, κατά γε τὸ παρὸν ἠξίου συμφρονεῖν καὶ φυλάττεσθαι, προϊδομένους τὸ βάρος τῶν στρατοπέδων καὶ τὸ μέγεθος τοῦ συνεστῶτος πρὸς ταῖς δύσεσι πολέμου·
しかしながら、もしこれが完全に不可能であるとしても、少なくとも現時点においては、西の方で展開している戦争の規模と、その軍勢の重圧を予見し、一致団結して警戒を怠らないようにすべきだと求めた。
§5.104.3δῆλον γὰρ εἶναι παντὶ τῷ καὶ μετρίως περὶ τὰ κοινὰ σπουδάζοντι καὶ νῦν, ὡς ἐάν τε Καρχηδόνιοι Ῥωμαίων ἐάν τε Ῥωμαῖοι Καρχηδονίων περιγένωνται τῷ πολέμῳ, διότι κατʼ οὐδένα τρόπον εἰκός ἐστι τοὺς κρατήσαντας ἐπὶ ταῖς Ἰταλιωτῶν καὶ Σικελιωτῶν μεῖναι δυναστείαις, ἥξειν δὲ καὶ διατείνειν τὰς ἐπιβολὰς καὶ δυνάμεις αὑτῶν πέρα τοῦ δέοντος.
なぜなら、公共の事柄に少しでも関心を持つ者であれば誰の目にも、カルタゴ人がローマ人に勝とうとも、あるいはローマ人がカルタゴ人に勝とうとも、勝者がイタリア人やシケリア人の支配にとどまることは決してあり得ず、自らの意図と軍勢を度を越えて広げ、至らせるであろうことは今や明らかだからである。
διόπερ ἠξίου πάντας μὲν φυλάξασθαι τὸν καιρόν, §5.104.4μάλιστα δὲ Φίλιππον.
それゆえ、彼は皆にこの好機に警戒するよう求め、とりわけフィリッポスにそれを求めた。
§5.104.5εἶναι δὲ φυλακήν, ἐὰν ἀφέμενος τοῦ καταφθείρειν τοὺς Ἕλληνας καὶ ποιεῖν εὐχειρώτους τοῖς ἐπιβαλλομένοις κατὰ τοὐναντίον ὡς ὑπὲρ ἰδίου σώματος βουλεύηται, καὶ καθόλου πάντων. τῶν τῆς Ἑλλάδος μερῶν ὡς οἰκείων καὶ προσηκόντων αὑτῷ ποιῆται πρόνοιαν·
そして、その警戒とは、もし彼がギリシア人を消耗させて外敵の餌食にすることに加担するのをやめ、それとは逆に、あたかも自分自身の身体のことであるかのように配慮し、およそギリシアのすべての地域を自分自身に属する身内のものであるとして気にかけるならば、それこそが警戒となると主張した。
§5.104.6τοῦτον γὰρ τὸν τρόπον χρωμένου τοῖς πράγμασι τοὺς μὲν Ἕλληνας εὔνους ὑπάρχειν αὐτῷ καὶ βεβαίους συναγωνιστὰς πρὸς τὰς ἐπιβολάς, τοὺς δʼ ἔξωθεν ἧττον ἐπιβουλεύσειν αὐτοῦ τῇ δυναστείᾳ, καταπεπληγμένους τὴν τῶν Ἑλλήνων πρὸς αὐτὸν πίστιν.
なぜなら、彼がそのように諸事に対処するならば、ギリシア人たちは彼に対して好意を抱き、彼の企てに対して確固たる共闘者となるであろうし、外の敵も、ギリシア人が彼に寄せる忠誠に畏怖して、彼の支配を覆そうと企てることが少なくなるからである。
§5.104.7εἰ δὲ πραγμάτων ὀρέγεται, πρὸς τὰς δύσεις βλέπειν αὐτὸν ἠξίου καὶ τοῖς ἐν Ἰταλίᾳ συνεστῶσι πολέμοις προσέχειν τὸν νοῦν, ἵνα γενόμενος ἔφεδρος ἔμφρων πειραθῇ σὺν καιρῷ τῆς τῶν ὅλων ἀντιποιήσασθαι δυναστείας.
また、もし彼がさらなる大業を熱望するならば、西の方に目を向け、イタリアで展開している戦争に精神を注ぐよう求めた。 それは、彼が賢明な傍観者として待機し、時機を得て、全体を支配する権力をその手中に収めようと試みるためである。
§5.104.8εἶναι δὲ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἀλλότριον τῆς ἐλπίδος ταύτης.
そして、現在の好機は、この希望にふさわしくないものではないとも主張した。
§5.104.9τὰς δὲ πρὸς τοὺς Ἕλληνας διαφορὰς καὶ τοὺς πολέμους εἰς τὰς ἀναπαύσεις αὐτὸν ὑπερτίθεσθαι παρεκάλει, καὶ μάλιστα σπουδάζειν περὶ τούτου τοῦ μέρους, ἵνʼ ἔχῃ τὴν ἐξουσίαν, ὅταν βούληται, καὶ διαλύεσθαι καὶ πολεμεῖν πρὸς αὐτούς·
だからこそ、ギリシア人との対立や戦争については休戦期まで先送りするよう彼に勧め、とりわけこの点に熱意を傾けて、自分が望むときにはいつでも、彼らと和平を結ぶことも戦争をすることもできるという自由な決定権を保持しておくようにと勧告した。
§5.104.10ὡς ἐὰν ἅπαξ τὰ προφαινόμενα νῦν ἀπὸ τῆς ἑσπέρας νέφη προσδέξηται τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐπιστῆναι, καὶ λίαν ἀγωνιᾶν ἔφη μὴ τὰς ἀνοχὰς καὶ τοὺς πολέμους καὶ καθόλου τὰς παιδιάς, ἃς νῦν παίζομεν πρὸς ἀλλήλους, ἐκκοπῆναι συμβῇ πάντων
なぜなら、もし今、西の方から現れつつあるあの雲が、一度ギリシアの各地に垂れ込めるのを許してしまえば、我々が今お互いに行っている休戦や戦争、そしておよそ子供の遊びのような戯れのすべてが断ち切られてしまうことを、自分は深く恐れているからだと彼は語った。
§5.104.11ἡμῶν ἐπὶ τοσοῦτον ὥστε κἂν εὔξασθαι τοῖς θεοῖς ὑπάρχειν ἡμῖν τὴν ἐξουσίαν ταύτην, καὶ πολεμεῖν ὅταν βουλώμεθα καὶ διαλύεσθαι πρὸς ἀλλήλους, καὶ καθόλου κυρίους εἶναι τῶν ἐν αὑτοῖς ἀμφισβητουμένων.
我々の手から根こそぎ奪われ、その結果、自分が望むときに互いに戦争をし、和平を結び、自分たちの間の争いごとを自分たち自身で解決する決定権を我々が持てるようにしてほしいと、神々に祈らざるを得ないほどに追い詰められることになると述べた。