Humanitext Reader

波利比奥斯 · 历史 §5.104.1-5.104.11

阿格劳斯呼吁希腊团结并警惕西方威胁

第 468 段,共 1311 段 · 希腊语

内容简介

阿格劳斯劝告希腊人停止内讧、团结一致,以应对来自西方的威胁(罗马与迦太基的获胜者),并特别敦促腓力国王担任希腊的保护者,等待时机以争夺全局的霸权。

§5.104.1βασιλέα καὶ τοὺς παρόντας συμμάχους.
国王及在场的同盟国代表。
ὃς ἔφη δεῖν μάλιστα μὲν μηδέποτε πολεμεῖν τοὺς Ἕλληνας ἀλλήλοις, ἀλλὰ μεγάλην χάριν ἔχειν τοῖς θεοῖς, εἰ λέγοντες ἓν καὶ ταὐτὸ πάντες καὶ συμπλέκοντες τὰς χεῖρας, καθάπερ οἱ τοὺς ποταμοὺς διαβαίνοντες, δύναιντο τὰς τῶν βαρβάρων ἐφόδους ἀποτριβόμενοι συσσῴζειν σφᾶς αὐτοὺς καὶ τὰς πόλεις.
他说,希腊人之间最好永远不要互相开战,而是应当向神明表示极大的感谢,如果他们能像携手渡河的人们那样,万众一心,携手并肩,击退蛮族的入侵,从而共同拯救他们自己和他们的城邦。
§5.104.2οὐ μὴν ἀλλʼ εἰ τὸ παράπαν τοῦτο μὴ δυνατόν, κατά γε τὸ παρὸν ἠξίου συμφρονεῖν καὶ φυλάττεσθαι, προϊδομένους τὸ βάρος τῶν στρατοπέδων καὶ τὸ μέγεθος τοῦ συνεστῶτος πρὸς ταῖς δύσεσι πολέμου· §5.104.3δῆλον γὰρ εἶναι παντὶ τῷ καὶ μετρίως περὶ τὰ κοινὰ σπουδάζοντι καὶ νῦν, ὡς ἐάν τε Καρχηδόνιοι Ῥωμαίων ἐάν τε Ῥωμαῖοι Καρχηδονίων περιγένωνται τῷ πολέμῳ, διότι κατʼ οὐδένα τρόπον εἰκός ἐστι τοὺς κρατήσαντας ἐπὶ ταῖς Ἰταλιωτῶν καὶ Σικελιωτῶν μεῖναι δυναστείαις, ἥξειν δὲ καὶ διατείνειν τὰς ἐπιβολὰς καὶ δυνάμεις αὑτῶν πέρα τοῦ δέοντος.
然而,即便这完全无法做到,他也要求至少在目前,应当通过预见到西方正在进行的战争的规模及其军队的重压,来达成共识并保持警惕;因为凡是对公共事务稍加关注的人,即便在此时也都很清楚,在这场战争中,无论是迦太基人战胜罗马人,还是罗马人战胜迦太基人,获胜者绝不可能仅仅满足于对意大利人和西西里人的统治,而是必然会前来,将他们的野心和势力扩张到不应有的范围。
διόπερ ἠξίου πάντας μὲν φυλάξασθαι τὸν καιρόν, §5.104.4μάλιστα δὲ Φίλιππον.
因此,他要求所有人都要对这一时机保持警惕,尤其是腓力。
§5.104.5εἶναι δὲ φυλακήν, ἐὰν ἀφέμενος τοῦ καταφθείρειν τοὺς Ἕλληνας καὶ ποιεῖν εὐχειρώτους τοῖς ἐπιβαλλομένοις κατὰ τοὐναντίον ὡς ὑπὲρ ἰδίου σώματος βουλεύηται, καὶ καθόλου πάντων. τῶν τῆς Ἑλλάδος μερῶν ὡς οἰκείων καὶ προσηκόντων αὑτῷ ποιῆται πρόνοιαν· §5.104.6τοῦτον γὰρ τὸν τρόπον χρωμένου τοῖς πράγμασι τοὺς μὲν Ἕλληνας εὔνους ὑπάρχειν αὐτῷ καὶ βεβαίους συναγωνιστὰς πρὸς τὰς ἐπιβολάς, τοὺς δʼ ἔξωθεν ἧττον ἐπιβουλεύσειν αὐτοῦ τῇ δυναστείᾳ, καταπεπληγμένους τὴν τῶν Ἑλλήνων πρὸς αὐτὸν πίστιν.
他说,所谓的警惕,就是如果他放弃消灭希腊人并使其容易受到侵略者控制的做法,相反地,像对待自己的身体那样去筹谋,并将希腊的所有部分都视为属于自己的、与自己相关的利益来予以全盘关照;因为如果他以这种方式处理事务,一方面希腊人会对他怀有善意,并在他的各项企图上成为他坚定的盟友,另一方面,外人也会因对希腊人对他的忠诚感到敬畏,而不大敢觊觎他的统治。
§5.104.7εἰ δὲ πραγμάτων ὀρέγεται, πρὸς τὰς δύσεις βλέπειν αὐτὸν ἠξίου καὶ τοῖς ἐν Ἰταλίᾳ συνεστῶσι πολέμοις προσέχειν τὸν νοῦν, ἵνα γενόμενος ἔφεδρος ἔμφρων πειραθῇ σὺν καιρῷ τῆς τῶν ὅλων ἀντιποιήσασθαι δυναστείας.
如果他渴望大展宏图,他就应当看向西方,并关注意大利正在进行的战争,以便做一个精明的旁观者,并在合适的时机尝试夺取对全局的统治权。
§5.104.8εἶναι δὲ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἀλλότριον τῆς ἐλπίδος ταύτης.
他说,眼下的时机对于这一希望来说绝非不合适。
§5.104.9τὰς δὲ πρὸς τοὺς Ἕλληνας διαφορὰς καὶ τοὺς πολέμους εἰς τὰς ἀναπαύσεις αὐτὸν ὑπερτίθεσθαι παρεκάλει, καὶ μάλιστα σπουδάζειν περὶ τούτου τοῦ μέρους, ἵνʼ ἔχῃ τὴν ἐξουσίαν, ὅταν βούληται, καὶ διαλύεσθαι καὶ πολεμεῖν πρὸς αὐτούς· §5.104.10ὡς ἐὰν ἅπαξ τὰ προφαινόμενα νῦν ἀπὸ τῆς ἑσπέρας νέφη προσδέξηται τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐπιστῆναι, καὶ λίαν ἀγωνιᾶν ἔφη μὴ τὰς ἀνοχὰς καὶ τοὺς πολέμους καὶ καθόλου τὰς παιδιάς, ἃς νῦν παίζομεν πρὸς ἀλλήλους, ἐκκοπῆναι συμβῇ πάντων §5.104.11ἡμῶν ἐπὶ τοσοῦτον ὥστε κἂν εὔξασθαι τοῖς θεοῖς ὑπάρχειν ἡμῖν τὴν ἐξουσίαν ταύτην, καὶ πολεμεῖν ὅταν βουλώμεθα καὶ διαλύεσθαι πρὸς ἀλλήλους, καὶ καθόλου κυρίους εἶναι τῶν ἐν αὑτοῖς ἀμφισβητουμένων.
因而,他敦促他将与希腊人之间的分歧和战争搁置到安宁的时期,并对这一方面给予最大的重视,以便使自己在愿意的时候,能够拥有与他们讲和或开战的决定权;因为他说,一旦听任如今在西方显现的乌云笼罩希腊各地,他便极其担心我们之间的休战、战争以及我们目前相互进行的所有“游戏”,都会从我们所有人身上彻底剥夺,以至于我们将不得不向神明祈求,能让我们拥有这种权力,即在我们愿意时相互开战与讲和,并在总体上自主掌控我们内部的争端。

词汇与语法注释

  1. §5.104.1ὃς ἔφη — 关系代词 `ὃς` 置于句首,作为“连接性关系代词”指向前章末尾的 `Ἀγελάου`。它是主语动词 `ἔφη` 的主语。
  2. §5.104.1εἰ ... δύναιντο — 间接引语中条件从句的祈愿语气(斜格祈愿语气)。由于引入性动词 `ἔφη` 为过去时态,原本应当使用直陈语气或虚拟语气的条件从句变为了祈愿语气。
  3. §5.104.3ὡς ἐάν τε ... διότι ... ἥξειν — 此处存在构文上的破格(anacoluthon)。虽然作为非人称表达 `δῆλον εἶναι` 的补足语,先由 `ὡς` 引导从句,但在夹杂了条件从句 `ἐάν τε...` 之后,又出现了重复的引导名词性从句的连词 `διότι`,最后整句又回到了不定式 `ἥξειν` 和 `διατείνειν` 结句。这种结构反映了对获胜势力必将扩张其霸权的确定性的重叠强调。
  4. §5.104.10μὴ ... ἐκκοπῆναι συμβῇ — 由表示担忧的动词 `ἀγωνιᾶν`(担心、害怕)引导的 `μὴ` 从句(担心……发生)。不定式 `ἐκκοπῆναι`(被割断、被剥夺)作为非人称动词 `συμβῇ`(发生)的主语,构成了一种双重婉转的表达:“担心发生被剥夺的情况”。

引用这一段

波利比奥斯, 历史 §5.104.1-5.104.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.104.1-5.104.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。