§5.1.1τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρατηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν·
若い方のアラトスの将軍職の年は、ちょうどプレアデスの昇起の時期に満了した。
οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε τὸ τῶν Ἀχαιῶν ἔθνος.
というのも、アカイア人の同盟は当時そのように暦を運営していたからである。
§5.1.2διόπερ οὗτος μὲν ἀπετίθετο τὴν ἀρχήν, Ἐπήρατος δὲ παρελάμβανε τὴν τῶν Ἀχαιῶν ἡγεμονίαν·
それゆえ、彼は職を辞し、エペラトスがアカイア人の指導権を引き継いだ。
Αἰτωλῶν δὲ Δωρίμαχος ἐστρατήγει.
また、アイトリア人の将軍にはドリモコスがなっていた。
§5.1.3κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἀρχομένης τῆς θερείας Ἀννίβας μὲν ἐκφανῶς ἤδη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνειληφώς, ὁρμήσας ἐκ Καινῆς πόλεως καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν ἐνήρχετο τῆς ἐπιβολῆς καὶ πορείας τῆς εἰς Ἰταλίαν·
同時期に、夏の初めに、ハンニバルはすでにローマ人との戦争を公然と引き受けており、カイネ・ポリスを出発してイベロス川を渡り、イタリアへの進軍と企てを開始した。
§5.1.4Ῥωμαῖοι δὲ Τεβέριον μὲν Σεμπρώνιον εἰς Λιβύην μετὰ δυνάμεως, Πόπλιον δὲ Κορνήλιον εἰς Ἰβηρίαν ἐξαπέστελλον·
ローマ人はティベリウス・センプロニウスを軍隊とともにリビアへ、プブリウス・コルネリウスをイベリアへ派遣した。
§5.1.5Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, ἀπεγνωκότες τὰς πρεσβείας καὶ τὸ λόγῳ διεξάγειν τὴν ὑπὲρ Κοίλης Συρίας ἀμφισβήτησιν, ἐνήρχοντο πολεμεῖν ἀλλήλοις.
アンティオコスとプトレマイオスは、使節団や、コイレ・シリアをめぐる紛争を言論によって解決することをあきらめ、互いに戦争を始めようとしていた。
§5.1.6ὁ δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν.
一方、フィリッポス王は、軍のための兵糧と資金が不足していたので、指導者たちを通じてアカイア人を民会に召集した。
§5.1.7ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δʼ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ πάντων, §5.1.8συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρινεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον.
群衆が法に従ってアイギオンに集まったとき、王は、アラトスの一派が、選挙の際にアペレスの一派によって彼らに対してなされた嫌がらせのせいで、意図的にサボタージュしているのを目にし、またエペラトスが生まれつき無能で皆から見下されているのを見て、前述のことからアペレスやレオンティオスらの一派の無知を推し量り、再びアラトスの一派を支持することを決意した。
§5.1.9πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώτερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γεγονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρεκάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως.
そこで、指導者たちを説得して民会をシキオンに移し、年長のアラトスと若い方のアラトスの双方を親しく迎え、起きたことすべての原因をアペレスに帰して、彼らに本来の方針にとどまるよう懇願した。
§5.1.10τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημένοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν.
彼らが快く同意すると、王はアカイア人のもとに行き、前述の者たちを協力者として得て、その企てに必要なすべての事柄を成立させた。
§5.1.11πεντήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τριμήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσθεῖναι μυριάδας·
すなわち、アカイア人は彼の最初の出征に対して直ちに50タラントンを支払い、3ヶ月分の軍の給与を賄い、さらに数万メディムノスの穀物を供給することを決議した。
§5.1.12τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκάστου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα.
そして、その後は、彼がペロポネソスに滞在してともに戦う限り、毎月17タラントンをアカイア人から受け取ることとした。