Humanitext Reader

波利比奥斯 · 历史 §5.1.1-5.1.12

腓力与阿拉图斯修好及阿派亚的军援

第 365 段,共 1311 段 · 希腊语

内容简介

在阿派亚同盟换届、地中海世界战争将起之际,腓力国王因缺乏物资而召集阿派亚大会。国王洞悉阿佩莱斯的阴谋后重新与阿拉图斯父子修好,并在其协助下获得了阿派亚人提供军饷和粮食的决议。

§5.1.1τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρατηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν· οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε τὸ τῶν Ἀχαιῶν ἔθνος.
较年轻的阿拉图斯担任将军的任期,恰好在昴宿(普勒阿得斯)升起之时届满;因为当时阿派亚同盟就是以此方式来计算历法的。
§5.1.2διόπερ οὗτος μὲν ἀπετίθετο τὴν ἀρχήν, Ἐπήρατος δὲ παρελάμβανε τὴν τῶν Ἀχαιῶν ἡγεμονίαν· Αἰτωλῶν δὲ Δωρίμαχος ἐστρατήγει.
因此,他卸下了职务,由埃佩拉托斯接任阿派亚人的领袖,而埃托利亚人的将军则由多里马科斯担任。
§5.1.3κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἀρχομένης τῆς θερείας Ἀννίβας μὲν ἐκφανῶς ἤδη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνειληφώς, ὁρμήσας ἐκ Καινῆς πόλεως καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν ἐνήρχετο τῆς ἐπιβολῆς καὶ πορείας τῆς εἰς Ἰταλίαν· §5.1.4Ῥωμαῖοι δὲ Τεβέριον μὲν Σεμπρώνιον εἰς Λιβύην μετὰ δυνάμεως, Πόπλιον δὲ Κορνήλιον εἰς Ἰβηρίαν ἐξαπέστελλον· §5.1.5Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, ἀπεγνωκότες τὰς πρεσβείας καὶ τὸ λόγῳ διεξάγειν τὴν ὑπὲρ Κοίλης Συρίας ἀμφισβήτησιν, ἐνήρχοντο πολεμεῖν ἀλλήλοις.
与此同时,在夏季开始之初,汉尼拔已经公开承担起对罗马人的战争,他从新城(凯内·波利斯)出发,渡过埃布罗河(伊比斯河),开始了进军意大利的企图和行程;而罗马人则派遣提比略·塞姆普罗尼乌斯率军前往利比亚,派遣普布利乌斯·科尔内利乌斯前往伊比利亚;安条克与普托勒迈奥斯则对遣使外交及通过言论解决关于柯里叙利亚的争端感到绝望,开始互相开战。
§5.1.6ὁ δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν.
而腓力国王由于军队缺乏粮食和资金,便通过高级官员召集阿派亚人举行大会。
§5.1.7ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δʼ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ πάντων, §5.1.8συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρινεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον.
当群众依法聚集在埃基乌姆时,国王看到阿拉图斯一派由于在选举中受到阿佩莱斯一派的排挤和刁难而故意消极怠工,又看到埃佩拉托斯生性无能且遭所有人鄙视,他从上述种种迹象中推断出阿佩莱斯与雷翁提乌斯一派的愚昧无知,于是决定重新支持阿拉图斯一派。
§5.1.9πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώτερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γεγονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρεκάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως.
于是他劝说官员们将大会移至西基翁举行,并亲切接见了年长与较年轻的两位阿拉图斯,将发生的一切过错归咎于阿佩莱斯,敦促他们保持最初的政治立场。
§5.1.10τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημένοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν.
在他们欣然同意后,他出席了阿派亚人的会议,并以前述二人为助手,成功达成了有利于其计划的所有决定。
§5.1.11πεντήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τριμήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσθεῖναι μυριάδας· §5.1.12τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκάστου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα.
因为决议规定,阿派亚人应立即为他的首次出征支付五十塔兰同,并为他的军队支付三个月的军饷,此外再追加数万麦地姆诺的粮食;而此后只要他留在伯罗奔尼撒共同作战,每月即可从阿派亚人处获得十七塔兰同。

词汇与语法注释

  1. 5.1.1ἐτύγχανε διεληλυθός — 动词 `τυγχάνω` 与主动完成分词 `διεληλυθός`(源自 `διέρχομαι`“流逝”)连用,用以表示时间的吻合或偶发性,意为“恰好已经过去”。
  2. 5.1.7ὁρῶν — 与主语(腓力国王)一致的伴随分词,解释其做出决定(第5.1.8节中的 `ἔκρινεν`)的原因。其宾语为两个呈对比关系的“宾格+分词”结构:`τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας...`(阿拉图斯一派故意怠工)与 `τὸν δʼ Ἐπήρατον ἄπρακτον ὄντα...`(埃佩拉托斯生性无能)。
  3. 5.1.11ἔδοξε... δοῦσι — 无人称动词 `ἔδοξε`(“决议”)用来表达同盟的正式决定。与格 `τοῖς Ἀχαιοῖς` 及其相一致的与格分词 `δοῦσι`(“通过给予”)构成决定的主体,随后的不定式 `μισθοδοτῆσαι` 和 `προσθεῖναι` 为决议的具体内容。
  4. 5.1.12λαμβάνειν — 承接上一节(第5.1.11节)无人称动词 `ἔδοξε` 的不定式,其隐含的主语为腓力国王(“由他领取”)。

引用这一段

波利比奥斯, 历史 §5.1.1-5.1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.1.1-5.1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。