§4.9.1ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν Ἀχαιῶν — §4.9.2ἀπὸ γὰρ τούτων παρεξέβημεν — καὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοινῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς ἄλλοις ἐπιγραφῆναι, §4.9.3περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων οὐδένα προσλαβεῖν·
アカイア人の決議に従って、兵役年齢の男たちが武具を携えてメガロポリスへと集結したとき ―― というのも、私たちはこれらから話を逸らしていたからである ―― そして、メッセニア人が再び民衆の前に進み出て、自分たちがこのように明白に条約を破られているのを黙視しないよう求め、また共通の同盟への参加を望み、他者とともに登録されることを急いでいたとき、同盟について、アカイア人の指導者たちは拒絶し、フィリッポスや同盟者たちなしには誰も受け入れることはできないと述べた。
§4.9.4ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν ἡ γεγενημένη συμμαχία διʼ Ἀντιγόνου κατὰ τοὺς Κλεομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς.
というのも、クレオメネスの時代にアンティゴノスを介して結ばれた同盟が、アカイア人、エペイロス人、プキス人、マケドニア人、ボイオティア人、アカルナニア人、テッサリア人のすべてに対して依然として誓約として有効であったからである。
§4.9.5ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως.
しかし彼らは、もし到着した使節たちが、アカイア人の意志なしにはアイトリア人と和解しないという目的のために、自らの息子たちをスパルタ市に人質として引き渡すならば、出兵して彼らを救援するであろうと述べた。
§4.9.6ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον ἢ συμμάχων ἔχοντες τάξιν.
またラケダイモン人も同盟に従って出兵し、メガロポリス人の領境に宿営していたが、同盟者というよりはむしろ予備兵や観察者のような構えをとっていた。
§4.9.7Ἄρατος δὲ τὸν τρόπον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν·
アラトスはこのようにメッセニア人との用件を処理すると、アイトリア人のもとへ使者を送り、決定事項を伝えて、メッセニア人の領土から退去し、アカイアには触れないよう要求した。
εἰ δὲ μή, διότι χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις.
さもなければ、侵入する者たちを敵として扱うと言い渡した。
§4.9.8Σκόπας δὲ καὶ Δωρίμαχος ἀκούσαντες τὰ λεγόμενα καὶ γνόντες ἡθροισμένους τοὺς Ἀχαιούς, ἡγοῦντο συμφέρειν σφίσι τότε τίθεσθαι τοῖς παραγγελλομένοις.
スコパスとドリマコスは言われたことを聞き、アカイア人が集結しているのを知って、そのときはその命令に従うことが自らにとって有益であると考えた。
§4.9.9παραυτίκα μὲν οὖν ἐξαπέστελλον γραμματοφόρους εἴς τε Κυλλήνην καὶ πρὸς Ἀρίστωνα τὸν τῶν Αἰτωλῶν στρατηγόν, ἀξιοῦντες κατὰ σπουδὴν αὑτοῖς ἀποστέλλειν τὰ πορθμεῖα τῆς Ἠλείας εἰς τὴν Φειάδα καλουμένην νῆσον.
そこで直ちに、彼らはキュレネおよびアイトリア人の将軍アリストンのもとへ書状の持参人を送り、エリスの輸送船をペイアスと呼ばれる島へ大急ぎで送るよう要求した。
§4.9.10αὐτοὶ δὲ μετὰ δύʼ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν.
彼ら自身は2日後に戦利品を満載して撤収し、エリスに向けて進んだ。
ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντείχοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπιπλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελοποννήσου καὶ λῃστείας.
というのも、アイトリア人は常にエリス人との友好関係を重視していたからであり、それは彼らを通じてペロポネソスからの略奪や強盗のための通路を確保するためであった。