§4.9.1ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν Ἀχαιῶν — §4.9.2ἀπὸ γὰρ τούτων παρεξέβημεν — καὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοινῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς ἄλλοις ἐπιγραφῆναι, §4.9.3περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων οὐδένα προσλαβεῖν· §4.9.4ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν ἡ γεγενημένη συμμαχία διʼ Ἀντιγόνου κατὰ τοὺς Κλεομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς.
按照亚该亚人的决议,适龄服役的男子们携带着武器在美加洛波利斯集结时—— 因为我们之前偏离了这些话题——而美塞尼亚人再次来到民众面前,请求不要对他们如此显然地被违背条约待遇视而不见,并希望加入共同的同盟,急于与其他国家一同登记,关于同盟,亚该亚人的领袖们予以拒绝,声称在没有腓力和盟友的情况下,不可能接纳任何人;因为在克莱奥梅奈斯时期通过安提柯结成的同盟,对所有人——亚该亚人、伊庇鲁斯人、福基斯人、马其顿人、波奥蒂亚人、阿卡纳尼亚人、泰萨利亚人——依然保有誓言的效力。
§4.9.5ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως.
但他们表示,如果到来的使者们将自己的儿子作为人质送往拉刻代蒙人的城市,以保证在未经亚该亚人同意的情况下不与埃托利亚人议和,他们就会出兵予以援助。
§4.9.6ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον ἢ συμμάχων ἔχοντες τάξιν.
拉刻代蒙人也按照同盟约定出兵,驻扎在美加洛波利斯人的边境,但他们的姿态与其说是盟友,不如说是预备队和观察员。
§4.9.7Ἄρατος δὲ τὸν τρόπον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν· εἰ δὲ μή, διότι χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις.
阿拉图斯以此种方式处理完与美塞尼亚人的事务后,便派人前往埃托利亚人处,说明决议并警告他们撤出美塞尼亚人的领土,不得侵扰亚该亚;否则,他宣布将把侵入者视为敌人对待。
§4.9.8Σκόπας δὲ καὶ Δωρίμαχος ἀκούσαντες τὰ λεγόμενα καὶ γνόντες ἡθροισμένους τοὺς Ἀχαιούς, ἡγοῦντο συμφέρειν σφίσι τότε τίθεσθαι τοῖς παραγγελλομένοις.
斯科帕斯和多里马科斯听闻这些话,并得知亚该亚人已经集结,认为在当时顺从这些命令对自己是有利的。
§4.9.9παραυτίκα μὲν οὖν ἐξαπέστελλον γραμματοφόρους εἴς τε Κυλλήνην καὶ πρὸς Ἀρίστωνα τὸν τῶν Αἰτωλῶν στρατηγόν, ἀξιοῦντες κατὰ σπουδὴν αὑτοῖς ἀποστέλλειν τὰ πορθμεῖα τῆς Ἠλείας εἰς τὴν Φειάδα καλουμένην νῆσον.
于是他们立即派遣信使前往库勒涅以及埃托利亚人的将军阿里斯顿处,要求他们火速将伊利斯的船只派往被称为斐亚的岛屿。
§4.9.10αὐτοὶ δὲ μετὰ δύʼ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν.
他们自己则在两天后带着满载的战利品出发,向伊利斯进军。
ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντείχοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπιπλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελοποννήσου καὶ λῃστείας.
因为埃托利亚人向来非常重视与伊利斯人的友好关系,目的是为了通过他们获得从伯罗奔尼撒进行掠夺和劫掠的通道。