§4.8.1Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον·
というのも、アラトスは他の点では実務的な生き方において完璧な人物であったからである。
§4.8.2καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος,
彼は語ること、考えること、そして決定されたことを秘匿することに長けており、また、政治的な対立を穏やかに耐え忍び、友人を固く結びつけ、同盟者を獲得することにおいては誰にも劣らなかった。
§4.8.3ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος.
さらに、敵に対する作戦や欺瞞や不意打ちを企て、自らの労苦と胆力によってそれらを完遂することにおいては、最も卓越していた。
§4.8.4ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως.
こうしたことの明白な証拠は多く存在するが、歴史を詳細に探究した人々にとって最も顕著なのは、シキョンとマンティネイアの奪取について、またペレネ人の都市からのアイトリア人の駆逐について、そして何よりも、アクロコリントスにおける作戦についてである。
§4.8.5ὁ δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν.
しかし、この同じ人物が野戦を試みようとすると、計画においては緩慢になり、実行においては臆病になり、危険を目の前にしてとどまることができなかった。
§4.8.6διὸ καὶ τροπαίων ἐπʼ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτʼ ἦν εὐχείρωτος.
それゆえ、彼は自らに対する戦勝記念碑でペロポネソスを満たすことになり、この点においては、敵にとって常に容易に打ち負かされる存在であった。
§4.8.7οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δʼ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον.
このように、人間の天性は身体において多様な性質を持つだけでなく、魂においてはなおさらそうであり、その結果、同一の人物が異なる活動分野においてある事柄には適性を示し別の事柄には逆の性質を示すだけでなく、同種の事柄においてすら、しばしば同一の人物が最も賢明であると同時に最も鈍重であり、同様に最も大胆であると同時に最も臆病であるということが起こるのである。
§4.8.8οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν.
これらは奇妙なことではなく、注意深く観察しようとする人々にとっては、ありふれた、よく知られたことである。
§4.8.9τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δʼ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς κατʼ ἄνδρα μὲν καὶ κατʼ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπʼ ἴσον συντάξεως ἄπρακτοι.
というのも、ある人々は狩猟においては野獣との対峙に対して大胆であるが、その同じ人々が武器や敵に対しては臆病であり、また、個人単位での個別的な戦闘行動においては俊敏で有能である一方で、集団として均整のとれた戦闘隊形においては無能だからである。
§4.8.10Θετταλῶν γοῦν ἱππεῖς κατʼ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατʼ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς·
例えば、テッサリアの騎兵は部隊ごとや密集隊形においては圧倒的であるが、陣形を離れ、時と場所に応じて個人として戦うときには不器用で緩慢である。
Αἰτωλοὶ δὲ τούτων τἀναντία.
これに対して、アイトリア人はその逆である。
§4.8.11Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς·
また、クレタ人は陸上でも海上でも、待ち伏せや略奪、敵への不意打ち、夜襲、その他あらゆる欺瞞を伴う個別的な作戦においては圧倒的である。 しかし、公然たる正面からの密集隊形による攻撃に対しては臆病であり、気力を失ってしまう。
Ἀχαιοὶ δὲ καὶ Μακεδόνες τἀναντία τούτων.
これに対してアカイア人とマケドニア人はその逆である。
§4.8.12ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώσκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ παραπλήσια τῶν ἐπιτηδευμάτων.
これらのことは、同じ人物について似たような活動に関してどこかで矛盾する記述を私たちがなすとしても、読者諸氏が記述された内容に不信を抱かないようにするために述べておいた。