§4.10.1ὁ δʼ Ἄρατος ἐπιμείνας δύʼ ἡμέρας, καὶ πιστεύσας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθάπερ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰκείαν,
一方、アラトスは二日間留まり、彼らが仄めかしていたように退去するであろうと愚直にも信じて、残りのアカイア人とラケダイモン人をすべて故郷へと解散させた。
§4.10.2τρισχιλίους δʼ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς προαιρούμενος.
しかし、歩兵三千人と騎兵三百人、およびタウリオンと行動をともにする兵士たちを率いて、アイトリア人と並行して進むことを志し、パトライへ向かう道を進んだ。
§4.10.3οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυνθανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν πόλεμον, §4.10.4τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν,
一方、ドリマコスの一行は、アラトスの一行が自分たちと並行して進み、かつ留まっていることを知ると、一方では自分たちが船に乗り込む際に、気が散っているところを襲撃されるのではないかと大いに恐れ、他方では戦争を混乱させることを急いでいたため、戦利品を船へと送り出したが、その際、輸送のために十分かつ適任の者たちを組織し、送り出される者たちには、そこから乗船するつもりであるとしてリオンで合流するよう指示を与えた。
§4.10.5αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας.
彼ら自身は、最初は戦利品の送り出しを世話しながら後方に控えていたが、その後は反転してオリンピアに向かって進軍した。
§4.10.6ἀκούοντες δὲ τοὺς περὶ τὸν Ταυρίωνα μετὰ τοῦ προειρημένου πλήθους περὶ τὴν Κλειτορίαν εἶναι, καὶ νομίζοντες οὐδʼ ὣς δυνήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν ἄνευ κινδύνου ποιήσασθαι καὶ συμπλοκῆς, §4.10.7ἔκριναν συμφέρειν τοῖς σφετέροις πράγμασιν ὡς τάχιστα συμμῖξαι τοῖς περὶ τὸν Ἄρατον, ἀκμὴν ὀλίγοις οὖσι καὶ τοῦ μέλλοντος ἀνυπονοήτοις,
しかし、タウリオンの一行が先に述べた兵力とともにクレイトリア周辺にいると聞き、またそうであっても、危険と衝突なしにリオンからの渡海を行うことは不可能であると考え、彼らは、アラトスの一行が今なお少数であり、かつ起こるであろうことを予期していないうちに、できるだけ早く彼らと交戦することが自らの状況にとって有益であると判断した。
§4.10.8ὑπολαβόντες, ἂν μὲν τρέψωνται τούτους, προκατασύραντες τὴν χώραν ἀσφαλῆ ποιήσεσθαι τὴν ἀπὸ τοῦ Ῥίου διάβασιν, ἐν ᾧ μέλλει καὶ βουλεύεται συναθροίζεσθαι πάλιν τὸ τῶν Ἀχαιῶν πλῆθος,
というのも、もし彼らを敗走させれば、あらかじめ地方を略奪した上でリオンからの渡海を安全に行うことができると考えたからであり、その間にアカイア人の大群が再び集結しようと計画し意図しているのだから。
§4.10.9ἂν δὲ καταπλαγέντες φυγομαχῶσι καὶ μὴ βούλωνται συμβάλλειν οἱ περὶ τὸν Ἄρατον, ἄνευ κινδύνου ποιήσεσθαι τὴν ἀπόλυσιν, ὁπόταν αὐτοῖς δοκῇ συμφέρειν.
また、もしアラトスの一行が畏怖して戦いを避け、交戦を望まないならば、自分たちにとって都合がよいと思われるときにいつでも、危険なしに退去できると考えたからである。
§4.10.10οὗτοι μὲν οὖν τοιούτοις χρησάμενοι λογισμοῖς προῆγον, καὶ κατεστρατοπέδευσαν περὶ
そこで、彼らはこのような計算に基づいて進軍し、〜の周辺に陣を敷いた。