§4.84.1ὁ δʼ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τῷ διʼ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας.
しかしアペレスは、自分の手によってアカイア同盟の将軍が擁立されたことで、自らの意図がいくらか達成されたと考え、再びアラトスの一派に攻撃を仕掛け、フィリッポスを彼らとの友好から完全に引き離そうと望んだ。
ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας.
そして、以下のような計略によって中傷をでっち上げることに乗り出した。
§4.84.2Ἀμφίδαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ.
エリス人の将軍アムピダモスは、タラマイにおいて逃亡者たちとともに捕らえられたが(このことについては上で述べた通りである)、他の捕虜たちとともにオリンピアへ連行されてきた際、ある人々を介して王と交渉の席につくことを切望した。
§4.84.3τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν.
そしてこれを得ると会談し、自分ならエリス人を彼との友好と同盟に引き入れることができると主張した。
ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων,
フィリッポスは説得され、身代金なしでアムピダモスを釈放した。
§4.84.4κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει, §4.84.5πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει.
その際、もしエリス人たちが王との友好関係を選択するならば、すべての捕虜を身代金なしで返還し、その領土の安全をあらゆる外部の敵から王自身が確保するであろう、さらに彼らを自由で、守備隊を置かれず、貢納義務もなく、独自の国制を営む状態に維持するであろう、とエリス人に約束するよう彼に命じた。
§4.84.6οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων·
そこでエリス人たちはこれらを詳細に聞いたものの、提案された事柄が極めて魅力的で多大なものと思われるものであったにもかかわらず、全く意に介さなかった。
§4.84.7ὁ δʼ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδʼ ἀληθινῶς εὐνοεῖν αὐτῷ·
アペレスはこの出来事から中傷をでっち上げてフィリッポスに告げ口し、アラトスの一派はマケドニア人に対して誠実な友好関係を維持しておらず、王に真の好意を抱いてもいないと主張した。
καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι.
すなわち、現在エリス人がこうして疎遠になっているのも彼らのせいだというのである。
§4.84.8καθʼ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατʼ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατʼ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον,
というのも、王がアムピダモスをオリンピアからエリスへ送り出したまさにその時に、彼らが密かにその男を捕まえて唆し、フィリッポスがエリス人の支配者になることはペロポネソス人にとって全く不利益であると告げたのだ、と彼は主張した。
§4.84.9καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθʼ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς
そしてこの理由から、エリス人たちは提案されたすべてを無視してアイトリア人との友好関係を維持し、〜に対する[戦争]を耐え忍んでいるのだ、と。