§4.83.1μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιησάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκειται δὲ τῆς Δυμαίων χώρας· κατέσχον δʼ αὐτὸ μικροῖς ἔμπροσθεν χρόνοις, καθάπερ ἀνώτερον εἶπον, οἱ περὶ τὸν Εὐριπίδαν.
この後、王は軍を発し、パトライとデュメを通って行軍し、テイコスと呼ばれる砦に到着した。 この砦はデュメの領土の前面に位置しており、少し前に、私が上で述べたように、エウリピダスの一派が占領していた。
§4.83.2σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις, προσεστρατοπέδευσε μετὰ πάσης δυνάμεως.
彼は何としてもこれをデュメの人々に取り戻そうと努め、全軍を率いてその近くに陣を敷いた。
§4.83.3καταπλαγέντες δʼ οἱ φυλάττοντες τῶν Ἠλείων παρέδοσαν τὸ φρούριον τῷ Φιλίππῳ, χωρίον οὐ μέγα μέν, ἠσφαλισμένον δὲ διαφερόντως·
これに恐れおののいたエリス人の守備兵たちは、要塞をフィリッポスに引き渡した。 それは大きくはないが、非常に堅固に守備された場所であった。
§4.83.4τὴν μὲν γὰρ περίμετρον εἶχεν οὐ πλείω τριῶν ἡμισταδίων, τὸ δʼ ὕψος τοῦ τείχους οὐδαμῇ τριάκοντα πήχεων ἔλαττον.
というのも、その周囲は一スタディオン半を超えず、壁の高さはどこも三十ペーキュスを下回らなかったからである。
§4.83.5παραδοὺς δὲ τοῦτο τοῖς Δυμαίοις ἐπῄει πορθῶν τὴν τῶν Ἠλείων χώραν·
彼はこれをデュメの人々に引き渡すと、エリス人の領土を略奪しながら進軍した。
φθείρας δὲ ταύτην, καὶ πολλὴν περιβαλόμενος λείαν, ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς τὴν Δύμην.
そしてそこを荒らし、多くの戦利品を手に入れると、軍を率いてデュメに戻った。