Humanitext Reader

波利比奥斯 · 历史 §4.84.1-4.84.9

阿佩莱斯对阿拉图斯的诬陷

第 361 段,共 1311 段 · 希腊语

内容简介

阿佩莱斯利用马其顿国王腓力释放伊利斯将军安菲达莫斯一事编造诽谤,指控阿拉图斯一派背叛马其顿并教唆伊利斯人拒绝合作。

§4.84.1ὁ δʼ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τῷ διʼ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας.
阿佩莱斯认为,由于阿开亚同盟的将军是通过他的影响而确立的,他的计划已取得了一些进展,于是再次向阿拉图斯及其党羽发难,企图彻底离间腓力与他们的友谊。
ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας.
他着手通过如下某种计谋来编造诽谤。
§4.84.2Ἀμφίδαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ.
伊利斯人的将军安菲达莫斯在塔拉迈与逃到那里的难民一同被俘(关于这些事情我们已经在上文中提及),当他与其他俘虏一起被押送到奥林匹亚时,他急切地试图通过某些人与国王进行接触。
§4.84.3τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν.
获得这一机会后,他与国王交谈,声称自己有能力引导伊利斯人与国王建立友好和同盟关系。
ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων, §4.84.4κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει, §4.84.5πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει.
腓力被说服了,便无偿释放了安菲达莫斯,命他向伊利斯人承诺,如果他们选择与国王友好,他将无偿归还所有俘虏,并亲自保障其领土免受一切外来敌人的侵害,此外,还将维持他们的自由,不设驻军,免除贡赋,并允许他们使用本国的政体。
§4.84.6οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων· §4.84.7ὁ δʼ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδʼ ἀληθινῶς εὐνοεῖν αὐτῷ· καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι.
然而,伊利斯人听了这些话后,根本不予理会,尽管这些提议看起来颇具吸引力且十分重大;但阿佩莱斯却借此事编造了诽谤,向腓力告发,声称阿拉图斯一派对马其顿人的友好并不真诚,也非真心对国王好;因为正是他们造成了如今伊利斯人的疏远。
§4.84.8καθʼ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατʼ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατʼ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον, §4.84.9καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθʼ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς
他声称,就在国王将安菲达莫斯从奥林匹亚送往伊利斯的时候,他们私下里把那人拉过去并教唆他,说腓力成为伊利斯人的主宰对伯罗奔尼撒人来说无论如何都是不利的,正是由于这个原因,伊利斯人无视了所有提议,维持着与埃托利亚人的友谊,并甘愿忍受针对……的[战争]。

词汇与语法注释

  1. §4.84.1τῷ διʼ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν — 带有原因与格的冠词不定式短语,意为“因为阿开亚同盟的将军是通过他而得以确立的”。与格冠词 τῷ 表示原因,宾格 τὸν τῶν Ἀχαιῶν στρατηγόν 作现在完成时被动不定式 καθεστάσθαι 的逻辑主语。
  2. §4.84.3φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι — 间接引语中主格补语的例证。由于不定式 εἶναι 的主语与主导分词 φάσκων 的主语(安菲达莫斯)一致,因此形容词 δυνατός 保持主格形式,而非宾格(δυνατόν),遵循了主格带不定式的句法规则。
  3. §4.84.8τούτους ἔφη κατʼ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον — 间接引语中由动词 ἔφη(阿佩莱斯说)引导的宾格与不定式结构。宾格 τούτους(指代阿拉图斯一派)是不定式 ἐπιτρῖψαι(以及 λέγειν)的逻辑主语,分词 λαβόντας 也与其一致,采用复数阳性宾格。动词 ἐπιτρίβω 在此意为“教唆”、“坏其心志”或“拉拢腐蚀”。

引用这一段

波利比奥斯, 历史 §4.84.1-4.84.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.84.1-4.84.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。