§4.72.1οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν πόλιν.
一方、マケドニア兵たちは突入すると、ただちに家々からすべての家財道具を略奪し、その後、それらの家々に宿営して都市を占領した。
§4.72.2οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώμενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς τῷ Φιλίππῳ.
一方、砦へと逃げ込んだ者たちは、何の備えもなかったため、将来を見通して、フィリッポスに自分たちの身を委ねることを決意した。
§4.72.3πέμψαντες οὖν κήρυκα πρὸς τὸν βασιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπέστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐριπίδαν·
そこで彼らは王のもとに伝令を送り、使節派遣の許可を得て、指導者たちと、彼らとともにエウリピダスを派遣した。
οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολίταις.
彼らは和約を結び、逃げ込んできた居留外国人および市民の双方に安全の保障を勝ち得た。
§4.72.4οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμησαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν ἡ δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν στρατιωτῶν διαρπάσωσιν αὐτούς·
こうして彼らは、軍隊が撤退するまではその場にとどまるようにという指示を携えて、再び自分たちの出発した場所へと戻った。 これは、兵士の一部が命令に反して彼らを略奪することがないようにするためであった。
§4.72.5ὁ δὲ βασιλεὺς ἐπιγενομένης χιόνος ἠναγκάσθη μένειν ἐπὶ τόπου τινὰς ἡμέρας.
しかし王は、雪が降ってきたためにその場所に数日間とどまることを余儀なくされた。
ἐν αἷς συναγαγὼν τοὺς παρόντας τῶν Ἀχαιῶν πρῶτον μὲν τὴν ὀχυρότητα καὶ τὴν εὐκαιρίαν ἐπεδείκνυε τῆς πόλεως πρὸς τὸν ἐνεστῶτα πόλεμον,
その間に、彼はその場にいたアカイア人たちを集め、まず現在の戦争におけるこの都市の堅固さと有利な立地を指し示した。
§4.72.6ἀπελογίσατο δὲ καὶ τὴν αἵρεσιν καὶ τὴν εὔνοιαν, ἣν ἔχοι πρὸς τὸ ἔθνος, ἐπὶ δὲ πᾶσιν ἔφη καὶ νῦν παραχωρεῖν καὶ διδόναι τοῖς Ἀχαιοῖς τὴν πόλιν·
また、彼がその民族に対して抱いている方針と好意を説明し、何よりも、今やアカイア人たちにこの都市を譲り渡し、与えると言った。
προκεῖσθαι γὰρ αὐτῷ τὰ δυνατὰ χαρίζεσθαι καὶ μηθὲν ἐλλείπειν προθυμίας.
というのも、自分としてはできる限りの恩恵を施すことを目指しており、いかなる熱意も欠くことはないからである、と。
§4.72.7ἐφʼ οἷς εὐχαριστούντων αὐτῷ τῶν τε περὶ τὸν Ἄρατον καὶ τῶν πολλῶν, διαλύσας τὴν ἐκκλησίαν ὁ μὲν Φίλιππος μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Λασιῶνος ἐποιεῖτο τὴν πορείαν,
これに対してアラトスの一行や多くの人々が彼に感謝している中で、フィリッポスは集会を解散させ、軍とともに撤退してラシオンへと向かって行軍した。
§4.72.8οἱ δὲ Ψωφίδιοι καταβάντες ἐκ τῆς ἄκρας ἐκομίσαντο τὴν πόλιν καὶ τὰς οἰκήσεις ἕκαστοι τὰς αὑτῶν, οἱ δὲ περὶ τὸν Εὐριπίδαν ἀπῆλθον εἰς τὸν Κόρινθον κἀκεῖθεν εἰς Αἰτωλίαν.
一方、プソファイスの人々は砦から下りてきて、都市とそれぞれ自分たちの住居を取り戻し、エウリピダスの一行はコリントスへ、そこからさらにアイトリアへと去っていった。
§4.72.9τῶν δʼ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώνιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα.
また、その場にいたアカイア人の指導者たちは、砦には十分な守備隊とともにシキュオン人のプロスラオスを配置し、都市にはペレネ人のピュティアスを配置した。
§4.72.10καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθη
こうしてプソファイスをめぐる事柄はこのようにして完了した。