Humanitext Reader

ポリュビオス · 歴史 §4.71.1-4.71.13

フィリッポスによるプソファイス強行突入と占領

348 / 1311 箇所 · ギリシア語

要旨

フィリッポスはプソファイスの地政学的価値を認めて強攻を決断し、不意を突いて川を渡り、城壁への一斉攻撃を行う。梯子を用いた猛攻によって防衛線を破り、マケドニア・クレタ両軍が市内に突入すると、守備隊と住民は砦へと敗走した。

§4.71.1ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος ὁ Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου·
フィリッポスはこれらすべてを観察し熟考した結果、一方では、その計算から、この都市を力攻めし包囲することを思いとどまりかけたが、他方では、その場所の有利さを考慮して、熱意を抱いていた。
§4.71.2καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον.
なぜなら、当時その都市がアカイア人とアルカディア人にとって脅威であり、エリス人にとって安全な戦争の拠点であったのとまさに同じ程度に、逆にそれが占領されれば、アルカディア人にとっては前衛となり、エリス人に対しては同盟軍にとって都合の良い出撃拠点となるはずだったからである。
§4.71.3διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.
それゆえ、この方針に心を傾けた王は、マケドニア兵全員に対し、夜明けとともに食事を済ませ、装備を整えて待機するよう命じた。
§4.71.4μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς.
その後、エリュマントス川に架かる橋を渡ったが、その不意を突いた進撃のために誰も立ち塞がる者はなく、王は都市そのものの目の前に勢いよく、かつ威圧的に迫った。
§4.71.5οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.
エウリピダスの一行や市内の人々は皆、起こっている事態に完全に当惑していた。 なぜなら、敵がこれほど堅固な都市に対して不意の襲撃によって攻撃を試み力攻めすることなどあり得ず、また季節の状況から長期にわたる包囲戦を開始することもあり得ないと確信していたからである。
§4.71.6ἅμα δὲ ταῦτα λογιζόμενοι διηπίστουν ἀλλήλοις, δεδιότες μὴ πρᾶξιν ὁ Φίλιππος εἴη διὰ τῶν ἔνδον συνεσταμένος κατὰ τῆς πόλεως.
同時に彼らはこのようなことを考えながら、フィリッポスが内通者を通じて都市に対する陰謀を企てているのではないかと恐れ、互いに疑心暗鬼になっていた。
ἐπεὶ δʼ οὐδὲν ἑώρων τοιοῦτον ἐξ αὑτῶν γινόμενον, §4.71.7ὥρμησαν οἱ μὲν πλείους ἐπὶ τὰ τείχη βοηθήσοντες, οἱ δὲ μισθοφόροι τῶν Ἠλείων κατά τινα πύλην ὑπερδέξιον ἐξῆλθον ὡς ἐπιθησόμενοι τοῖς πολεμίοις.
しかし、自分たちの側からそのような動きが全く生じていないことを見ると、大多数の者は防衛のために城壁へと急ぎ、エリス人の傭兵たちは、敵を攻撃しようとして、上方の位置にある特定の門から打って出た。
§4.71.8ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.
一方、王は城壁に梯子をかける役割の者たちを三カ所に配置し、残りのマケドニア兵も同様にこれらの各隊に分配した上で、その後、喇叭手たちを通じて各隊に合図を送り、全方角から一斉に城壁への突撃を敢行した。
§4.71.9τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον·
最初こそ、都市を死守する者たちは勇敢に防戦し、多くの敵兵を梯子から突き落とした。
§4.71.10ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε, §4.71.11τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.
しかし、突然のことで準備が不十分であったために、飛び道具やその他の軍需品の供給が尽き、またマケドニア兵も眼前の損害に怯むことなく、梯子から突き落とされた者の跡に、後続の者が躊躇なく登ってきたため、ついに市内の防御側は敗走して全員が砦へと逃れ、王の側の兵のうち、マケドニア兵は城壁を占拠し、クレタ兵は上方の門から打って出ていた傭兵たちと交戦して、彼らに武器を投げ捨てて秩序なく敗走することを強いた。
§4.71.12οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης·
彼らを追撃し、白兵戦を挑みつつ、クレタ兵は敵とともに門から突入した。
ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.
その結果、都市はあらゆる方向から同時に占領されることとなった。
§4.71.13οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·
こうしてプソファイスの人々は妻や子供たちを連れて砦へと退却し、彼らとともにエウリピダスの一行や、同様に難を逃れた残りの群衆も退避した。

語釈・文法注

  1. 4.71.1τοῦ βιάζεσθαι καὶ πολιορκεῖν — 動詞 `ἀφίστατο`(思いとどまる、退く)が表す「分離」を補完する属格の動名詞句である。直前の `τοῖς λογισμοῖς`(計算・判断によって)は手段または原因の与格。
  2. 4.71.2κρατηθὲν — アオリスト受動態分詞中性単数形であり、条件節(「もしそれが占領されるならば」)に相当する副詞的分詞(仮定表現)。主語は明示されていないが、文脈から前章の `κτίσμα`(植民都市、中性)を指している。
  3. 4.71.5τῷ πεπεῖσθαι μήτʼ ἂν ... τολμῆσαι ... μήτε ... ἂν συστήσασθαι — 因果の与格をとる冠詞付き不定詞 `τῷ πεπεῖσθαι` が、その中に `ἄν` を伴う不定詞 `τολμῆσαι` および `συστήσασθαι`(いずれも対格不定詞構文、意味上の主語はそれぞれ `τοὺς πολεμίους` と暗黙の「敵」)を従えている。`ἄν` を伴う不定詞は、直接法過去または希求法に `ἄν` が付いた間接話法の表現で、「〜することはないだろう」という確信的な不可能性あるいは推量を表す。
  4. 4.71.10ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης — `ὡς ἄν` を伴う独立属格構文である。`ὡς ἄν` は、条件的に仮定される事態や「当然予想されること」を導入し、「準備がその場の急場のしのぎで行われたのであったため(当然そうなるように)」というニュアンスを表す。

この箇所を引用する

ポリュビオス, 歴史 §4.71.1-4.71.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.71.1-4.71.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。