§4.72.1οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν πόλιν.
而马其顿人冲进城后,立即将屋内的所有家财搜刮一空,随后便在这些房屋中驻扎下来,占领了该城。
§4.72.2οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώμενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς τῷ Φιλίππῳ.
那些一同逃往卫城的人,由于没有任何物资准备,预见到未来的结局,便决定向菲力投降。
§4.72.3πέμψαντες οὖν κήρυκα πρὸς τὸν βασιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπέστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐριπίδαν· οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολίταις.
于是他们向国王派出了一名使者,并在获得派遣使团的许可后,派出了长官们,以及与他们在一起的尤里皮达斯;这些人缔结了协定,为一同逃难的侨民和公民争取到了安全保障。
§4.72.4οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμησαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν ἡ δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν στρατιωτῶν διαρπάσωσιν αὐτούς·
于是,他们又回到了原来出发的地方,并带着一项指令,即留在原处,直到军队撤离,以免部分士兵不服从命令而对他们进行掠夺。
§4.72.5ὁ δὲ βασιλεὺς ἐπιγενομένης χιόνος ἠναγκάσθη μένειν ἐπὶ τόπου τινὰς ἡμέρας.
但由于天降大雪,国王被迫在该地停留了数日。
ἐν αἷς συναγαγὼν τοὺς παρόντας τῶν Ἀχαιῶν πρῶτον μὲν τὴν ὀχυρότητα καὶ τὴν εὐκαιρίαν ἐπεδείκνυε τῆς πόλεως πρὸς τὸν ἐνεστῶτα πόλεμον, §4.72.6ἀπελογίσατο δὲ καὶ τὴν αἵρεσιν καὶ τὴν εὔνοιαν, ἣν ἔχοι πρὸς τὸ ἔθνος, ἐπὶ δὲ πᾶσιν ἔφη καὶ νῦν παραχωρεῖν καὶ διδόναι τοῖς Ἀχαιοῖς τὴν πόλιν· προκεῖσθαι γὰρ αὐτῷ τὰ δυνατὰ χαρίζεσθαι καὶ μηθὲν ἐλλείπειν προθυμίας.
在这期间,他召集了在场的美赞(阿卡亚)人,首先向他们展示了该城在当前战争中的险要与地利之便,接着又说明了自己对该部族所抱有的政治立场与善意,最后更表示,他现在就把该城让给并赠送给阿卡亚人;因为他说过,他的宗旨是尽其所能施予恩惠,并且不遗余力。
§4.72.7ἐφʼ οἷς εὐχαριστούντων αὐτῷ τῶν τε περὶ τὸν Ἄρατον καὶ τῶν πολλῶν, διαλύσας τὴν ἐκκλησίαν ὁ μὲν Φίλιππος μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Λασιῶνος ἐποιεῖτο τὴν πορείαν,
对此,阿拉托斯及其随从和大多数人都向他表示感谢,菲力随即解散了大会,率领军队撤离,向拉西翁方向进军。
§4.72.8οἱ δὲ Ψωφίδιοι καταβάντες ἐκ τῆς ἄκρας ἐκομίσαντο τὴν πόλιν καὶ τὰς οἰκήσεις ἕκαστοι τὰς αὑτῶν, οἱ δὲ περὶ τὸν Εὐριπίδαν ἀπῆλθον εἰς τὸν Κόρινθον κἀκεῖθεν εἰς Αἰτωλίαν.
普索菲斯人则从卫城下来,收回了城市和各自的住所,而尤里皮达斯及其随从则前往科林斯,并从那里去了埃托利亚。
§4.72.9τῶν δʼ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώνιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα.
在场的阿卡亚长官们,则派遣西基翁人普罗斯劳斯率领充足的卫队驻守卫城,派遣佩莱内人皮西亚斯管理城市。
§4.72.10καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθη
关于普索菲斯的事务便这样结束了。