§4.73.1τὸν τρόπον.
ようにして。
οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.
一方、ラシオンを警備していたエリス人たちは、マケドニア兵たちの到来を察知し、またプソファイスをめぐる出来事を知ると、ただちにその都市を放棄した。
§4.73.2ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς.
一方、王は到着するやいなや、この都市を突撃によって占領したが、彼がその民族に対して抱いていた意図をさらに進め、ラシオンもアカイア人たちに引き渡した。
ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.
同様に、エリス人たちがストラトスをも放棄したため、これをテルプサ人たちに返還した。
§4.73.3ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν.
これらのことを成し遂げると、彼は5日目にオリンピアに到着した。
θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.
そして神に犠牲を捧げ、指揮官たちをもてなし、同時にまた残りの軍勢を3日間休ませた後、再び出発した。
§4.73.4καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.
そしてエリス地方へと進むと、彼は国土に対して略奪を放ち、自身はいわゆるアルテミシオンの周辺に陣を張った。
§4.73.5προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον.
そこに略奪品を集めさせると、彼は再びディオスクリオンへと移動した。
δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.
国土が荒らされる中で、捕虜となった者の数も多かったが、近隣の村落やその地域の要害へと共に逃げ込む者の数はさらに多かった。
§4.73.6συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.
というのも、エリス人の国土は、他のペロポネソス地方と比べて際立ってよく居住されており、人口や家財道具で満ちているからである。
§4.73.7ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.
彼らのうちの何人かは田舎での生活をたいそう愛しているため、十分な財産を持ちながらも、二世代、三世代にわたって一度も民会に全く足を踏み入れない者もいるほどである。
§4.73.8τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.
このようなことが起きるのは、国政を司る者たちが地方の居住者に対して多大な配慮と心遣いを示しており、それによって裁判が現地で彼らのために行われ、生活必需品が何一つ不足しないようにされているからである。
§4.73.9δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον,
私には、彼らがこれらのすべてのことを考案し法制化したのは、古代におけるその国土の広さのためでもあると思われるが、大部分は、かつて彼らの間に存在していた神聖な生活のためであったと思われる。
§4.73.10ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες
すなわち、オリンピアの競技ゆえにギリシア人たちから承認を得て、いかなる危険も経験することなく、エリス地方を神聖かつ不可侵なものとして居住していた時のことである。