§4.63.1δονίαν.
ドニア。
Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκούσας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν Ἄμβρακον.
一方、フィリッポスはマケドニアに関する知らせを聞き、またエペイロス人の無知と強情の報いをただちに身に受けていたが、アムブラコスを包囲した。
§4.63.2χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις.
彼は土塁やその他の準備を精力的に用いて、中にいた者たちを素早く震え上がらせ、計四十日間でその場所を占領した。
§4.63.3ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον,
彼はアイトリア人の守備兵およそ五百人を協定に基づいて釈放し、アムブラコスを引き渡してエペイロス人の望みを満たした。
§4.63.4αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον.
自らは軍勢を率いてハラドラに沿って前進し、アムブラキア湾と呼ばれる湾を、それが最も狭くなっているアカルナニア人の聖域であるいわゆるアクティオンのあたりで渡ることを急いだ。
§4.63.5ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι — λείπει γὰρ τῶν πέντε σταδίων — §4.63.6προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας.
というのも、前述の湾は、エペイロスとアカルナニアの間の極めて狭い入り口――五スタディオンにも満たない――からシケリア海から入り込み、内陸へと進むと幅においては百スタディオンに及び、長さにおいては海から約三百スタディオン突き出ており、エペイロスとアカルナニアを分けていて、エペイロスを北に、アカルナニアを南に置いている。
§4.63.7περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους.
前述の入り口で軍勢を渡らせ、アカルナニアを通過すると、アカルナニア人の歩兵二千人と騎兵二百人を合流させて、アイトリアのポイティアイと呼ばれる都市に至った。
§4.63.8περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν.
前述の都市を包囲し、二日間にわたって精力的一かつ威圧的な攻撃を行った後、協定によって降伏させ、中にいたアイトリア人を協定に基づいて釈放した。
§4.63.9τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν·
翌夜、都市がまだ未攻略のままであると考えて、アイトリア人の援軍五百名がやって来た。
ὧν τὴν παρουσίαν προαισθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων.
王は彼らの到来をあらかじめ察知しており、いくつかの好都合な場所に待ち伏せを配置して、彼らの大部分を殺害し、きわめて少数の者を除いて残りを捕虜とした。
§4.63.10μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου — πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον — προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν.
その後、確保した食糧から三十日分の糧食を軍勢に分配し――ポイティアイにはきわめて多くの食糧が集積されているのが発見されたからである――、ストラティケへと向かって行軍した。
§4.63.11ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.
その都市から約十スタディオン離れたアヘロオス川の付近に宿営し、そこを拠点として恐れることなくその地方を略奪した。 敵対者の誰も彼に立ち向かおうとはしなかった。