§4.62.1τὴν παρασκευὴν τῶν πρὸς τὴν πολιορκίαν.
包囲戦のための準備[に従事した]。
Σκόπας δὲ κατὰ τὸν καιρὸν τοῦτον ἀναλαβὼν τοὺς Αἰτωλοὺς πανδημεί, καὶ ποιησάμενος τὴν πορείαν διὰ Θετταλίας, ἐνέβαλεν εἰς Μακεδονίαν, καὶ τόν τε σῖτον ἐπιπορευόμενος τὸν κατὰ τὴν Πιερίαν ἔφθειρε καὶ λείας περιβαλόμενος πλῆθος ἐπανῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὸ Δῖον.
一方、スコパスはこの時期にアイトリア人の全軍を率いて、テッサリアを通って行軍し、マケドニアに侵入した。 そしてピエリア地方を巡って作物を荒らし、大量の略奪品を手に入れると、ディオンを目指して行軍しながら引き返した。
§4.62.2ἐκλιπόντων δὲ τῶν κατοικούντων τὸν τόπον, εἰσελθὼν τὰ τείχη κατέσκαψε καὶ τὰς οἰκίας καὶ τὸ γυμνάσιον, πρὸς δὲ τούτοις ἐνέπρησε τὰς στοὰς τὰς περὶ τὸ τέμενος καὶ τὰ λοιπὰ διέφθειρε τῶν ἀναθημάτων, ὅσα πρὸς κόσμον ἢ χρείαν ὑπῆρχε τοῖς εἰς τὰς πανηγύρεις συμπορευομένοις·
住民たちがその場所から避難すると、彼は城壁の中に侵入して、それらの城壁や民家、体育場を破壊し、さらにこれらに加えて聖域の周囲にある列柱廊に火を放ち、祝祭のために集まる人々にとって装飾や実用に供されていたその他の奉納品をことごとく破壊した。
ἀνέτρεψε δὲ καὶ τὰς εἰκόνας τῶν βασιλέων ἁπάσας.
また、諸王の像もすべてなぎ倒した。
§4.62.3οὗτος μὲν οὖν εὐθέως κατὰ τὴν ἔνστασιν τοῦ πολέμου καὶ τὴν πρώτην πρᾶξιν οὐ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς θεοῖς πόλεμον ἐξενηνοχώς, ἐπανῄει.
こうして彼は、戦争の開始直後、かつ最初の軍事行動において、人間に対してだけでなく神々に対しても戦争を仕掛けた者として、引き返していった。
§4.62.4καὶ παραγενόμενος εἰς Αἰτωλίαν, οὐχ ὡς ἠσεβηκώς, ἀλλʼ ὡς ἀγαθὸς ἀνὴρ εἰς τὰ κοινὰ πράγματα γεγονώς, ἐτιμᾶτο καὶ περιεβλέπετο, πλήρεις ἐλπίδων κενῶν καὶ φρονήματος ἀλόγου πεποιηκὼς τοὺς Αἰτωλούς·
そしてアイトリアに到着すると、不敬を働いた者としてではなく、国家の公共の事柄に対して有益な人物となった者として、敬意を払われ、注目を浴びた。 彼はアイトリア人たちを、空しい希望と分別のない高慢さで満たしたのである。
§4.62.5ἔσχον γὰρ ἐκ τούτων διάληψιν ὡς τῆς μὲν Αἰτωλίας οὐδʼ ἐγγίζειν τολμήσοντος οὐδενός, αὐτοὶ δὲ πορθήσοντες ἀδεῶς οὐ μόνον τὴν Πελοπόννησον, καθάπερ ἔθος ἦν αὐτοῖς, ἀλλὰ καὶ τὴν Θετταλίαν καὶ τὴν Μακε
というのも、彼らはこれらのことから、アイトリアには誰も近づくことさえ敢えてしないであろうし、自分たちは恐れることなく、慣習であったペロポネソスだけでなく、テッサリアやマケ[ドニアをも略奪するだろうという思い込みを抱いたからである。 ]