Humanitext Reader

波利比奥斯 · 历史 §4.63.1-4.63.11

安布拉科斯陷落与腓力入侵埃托利亚

第 340 段,共 1311 段 · 希腊语

内容简介

腓力攻占安布拉科斯并将其移交给伊庇鲁斯人,随后穿过阿卡纳尼亚进入埃托利亚,攻占菲蒂亚斯并在阿赫洛乌斯河附近进行劫掠。

§4.63.1δονίαν.
顿。
Φίλιππος δὲ τὰ περὶ τὴν Μακεδονίαν ἀκούσας, καὶ παραχρῆμα τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος, ἐπολιόρκει τὸν Ἄμβρακον.
菲力听到了关于马其顿的消息,并且在立刻尝到了伊庇鲁斯人的无知和执拗的后果后,开始围攻安布拉科斯。
§4.63.2χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις.
他积极地利用土垒和其余的准备工作,迅速震慑了城内的人,并在整整四十天内占领了该地。
§4.63.3ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον,
他根据协定释放了大约五百名埃托利亚人的守卫部队,将安布拉科斯交还给伊庇鲁斯人,从而满足了他们的愿望。
§4.63.4αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον.
自领军队沿着哈拉德拉前进,急于在最狭窄的地方,即被称为阿卡纳尼亚人圣域的亚克兴附近,渡过所谓的安布拉基亚湾。
§4.63.5ὁ γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματι — λείπει γὰρ τῶν πέντε σταδίων — §4.63.6προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας.
因为前述的海湾从西西里海,在伊庇鲁斯和阿卡纳尼亚之间,通过一个极为狭窄的入口——因为不足五斯塔德——向内延伸,向内陆延伸时,其宽度达一百斯塔德,而长度从海边向里延伸约三百斯塔德;它分隔了伊庇鲁斯和阿卡纳尼亚,北邻伊庇鲁斯,南接阿卡纳尼亚。
§4.63.7περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους.
他在前述的入口处渡过军队,穿过阿卡纳尼亚,并合流了两千名阿卡纳尼亚步兵和两百名骑兵,来到了埃托利亚被称为菲蒂亚斯的城市。
§4.63.8περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν.
他包围了前述城市,进行了两天积极而具有威慑力的进攻,随后通过协定占领了该城,并根据协定释放了城内的埃托利亚人。
§4.63.9τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαισθανόμενος ὁ βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων.
次日夜间,由于以为该城仍未被攻占,五百名埃托利亚人前来增援;国王预先察觉到了他们的到来,在一些有利地点设下伏兵,杀死了他们的大多数,并俘获了其余的人,仅有极少数逃脱。
§4.63.10μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτου — πολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένον — προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν.
此后,他从夺得的粮食中为军队分发了三十天的口粮——因为在菲蒂亚斯发现了大量囤积的粮食——并开始向斯特拉图斯地区进军。
§4.63.11ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.
他在距离该城约十斯塔德的阿赫洛乌斯河附近安营扎寨,并以此为基地毫无顾虑地劫掠该地区,敌人中没有任何人敢出来迎战。

词汇与语法注释

  1. 4.63.1τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ φιλονεικίας τἀπίχειρα κεκομισμένος — 完成时分词 κεκομισμένος(作中动意,意为“承受、收获”)支配表示来源的属格 τῆς ... ἀγνοίας καὶ φιλονεικίας,并带直接宾语 τἀπίχειρα(τὰ ἐπίχειρα 的缩合,意为“代价、报应”)。这指由于伊庇鲁斯人此前坚持围攻安布拉科斯,导致腓力不得不直接承担这一决定所带来的恶果(即马其顿本土遭到劫掠)。
  2. 4.63.3ὄντας εἰς πεντακοσίους — 介词 εἰς 与数字连用时,表示近似估计,意为“大约”或“约”。
  3. 4.63.5λείπει γὰρ τῶν πέντε σταδίων — 动词 λείπει 在此作不及物或无人称使用,支配表示缺失或比较的属格 τῶν πέντε σταδίων,意为“不足五斯塔德”。
  4. 4.63.7ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας — 属格 τῆς Αἰτωλίας 是表示地点的部分属格,用于指明运动的具体目的地 πρὸς τὴν ... πόλιν Φοιτίας(被称为菲蒂亚斯的城市)所隶属的更大地理区域(埃托利亚)。

引用这一段

波利比奥斯, 历史 §4.63.1-4.63.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.63.1-4.63.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。