§4.64.1οἱ δʼ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν.
アカイア人たちは、この時期に戦争によって圧迫されており、王が近くにいることを聞き知ると、使節を送って援助を要請した。
§4.64.2οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν.
彼らは、まだストラトスの近くにいたフィリッポスに合流すると、指令に従ってその他の事柄について話し合うとともに、敵地から軍勢が得られる利益を提示して、リオンを渡ってエリセイアに侵入するよう彼を説得しようとした。
§4.64.3ὧν ὁ βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δʼ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης.
王はこれらを聞き終えると、要請された事柄について熟考すると言って使節たちを引き留め、自らは陣を引き払って前進し、メトロポリスおよびコノペの方へと向かって行軍した。
§4.64.4οἱ δʼ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον.
アイトリア人たちはメトロポリスの砦を保持していたが、都市そのものは放棄していた。
ὁ δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρόπολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην.
フィリッポスはメトロポリスに火を放った後、そのまま続けてコノペへと進んだ。
§4.64.5τῶν δʼ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμησάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, ἣ κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων ἢ κωλύειν τελείως ἢ κακοποιήσειν πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν, §4.64.6συννοήσας αὐτῶν τὴν ἐπιβολὴν ὁ βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησπικότας.
アイトリア人の騎兵たちが集結し、都市の手前二十スタディオンのところにある川の渡河地点で立ち向かう決意をし、マケドニア人が上陸するのを完全に阻止するか、さもなければ大打撃を与えることができると確信していたので、王は彼らの企図を察知し、軽装歩兵に対して、まず最初に川に入り、盾を固く並べて大隊ごとに一丸となって上陸を行うよう命じた。
§4.64.7τῶν δὲ πειθαρχούντων, ἅμα τῷ τὴν πρώτην διαβῆναι σημαίαν βραχέα ταύτης καταπειράσαντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς, ἐν τῷ ταύτην τε μεῖναι συνασπίσασαν καὶ τὴν δευτέραν καὶ τρίτην διαβαινούσας συμφράττειν τοῖς ὅπλοις πρὸς τὴν ὑφεστῶσαν, ἀπραγοῦντες καὶ δυσχρήστως ἀπαλλάττοντες ἀπεχώρουν πρὸς τὴν πόλιν.
彼らが従い、最初の第一中隊が渡るやいなや、アイトリア人の騎兵たちはこれに僅かな攻撃を仕掛けたが、この中隊が盾を並べて踏みとどまり、第二、第三の中隊も渡河しながら、すでに踏みとどまっている部隊と武具を密着させて緊密な陣形を形成したため、アイトリア人たちは何も成果を上げられず窮地に陥り、都市の方へと退却していった。
§4.64.8καὶ τὸ λοιπὸν ἤδη τὸ μὲν τῶν Αἰτωλῶν φρόνημα συμπεφευγὸς εἰς τὰς πόλεις ἦγε τὴν ἡσυχίαν.
これにより、それ以降、アイトリア人の高慢な闘志は都市の中へと逃げ込み、彼らは静穏を保つようになった。
§4.64.9ὁ δὲ Φίλιππος ἐπιδιαβὰς τῷ στρατεύματι, καὶ πορθήσας ἀδεῶς καὶ ταύτην τὴν χώραν προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰθωρίαν·
フィリッポスは軍勢を率いてさらに川を渡り、この地方をも恐れることなく略奪すると、イトリアへと向かって行軍を進めた。
τοῦτο δʼ ἔστι χωρίον, ὃ κεῖται μὲν ἐπὶ τῆς παρόδου κυρίως, ὀχυρότητι δὲ φυσικῇ καὶ χειροποιήτῳ διαφέρει.
これはまさにその通路口に位置する場所であり、自然の険しさと人工の防御施設において際立っていた。
§4.64.10συνεγγίζοντος δʼ αὐτοῦ, καταπλαγέντες οἱ φυλάττοντες ἐξέλιπον τὸν τόπον·
彼が近づくと、守備兵たちは恐怖に打たれてその場所を放棄した。
ὁ δὲ βασιλεὺς τοῦ τόπου κυριεύσας εἰς ἔδαφος καθεῖλε.
王はその場所を占領すると、完全に破壊した。
§4.64.11παραπλησίως δὲ καὶ τοὺς λοιποὺς πύργους τοὺς κατὰ τὴν χώραν ἐπέταξε τοῖς προνομεύουσι
同様に、彼はその地方にある残りの塔についても、略奪部隊に同様に扱うよう命じた。