§4.59.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν.
\n同じ頃、アイトリア人によってエリス人のための将軍として派遣されていたウリピダスは、デュメ、ファライ、さらにはトリタイアの領土を荒らし回り、十分な量の戦利品を駆り集めると、エリスへと退却しつつあった。
§4.59.2ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις.
\n\n一方、当時アカイア同盟の副将であったデュメのミックスは、デュメ人とファライ人を総動員して救援に繰り出し、同時にトリタイア人も率いて、撤退していく敵を追撃した。
§4.59.3ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν·
\n\nしかし、敗走する敵を過度に精力的に追撃する中で、伏兵に陥って敗北し、多くの兵を失った。
τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν.
歩兵のうち四十人が戦死し、約二百人が捕虜となったのである。
§4.59.4ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος·
\n\nさて、この勝利を収め、その出来事に意気揚々となったウリピダスは、数日後に再び出撃し、アラクソス岬の近くにあるデュメ人の好都合な砦、いわゆる「テイコス」を占領した。
§4.59.5ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.
\n\n伝説によれば、神話の中で、かつてヘラクレスがエリス人たちと戦争をした際、彼らに対する攻撃の拠点としてこれを使用することを望んで、築いたと言われている場所である。