§4.59.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν. §4.59.2ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις. §4.59.3ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν·
\n대략 같은 시기에, 아이톨리아인들에 의해 엘리스인들을 위한 장군으로 파견되었던 에우리피다스는 디메와 파라이, 그리고 트리타이아의 영토를 짓밟고 충분한 양의 전리품을 몰아온 뒤 엘리스를 향해 퇴각하고 있었다.\n\n한편, 당시 아카이아 동맹의 부장으로 있던 디메의 미코스는 디메인과 파라인들을 총동원하여 구원하러 나섰고, 동시에 트리타이아인들도 대동하여 퇴각하는 적들을 추격했다.\n\n그러나 도망치는 적들을 너무 격렬하게 추격하다가 매복에 걸려 패배했고 많은 병사를 잃었다.
τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν. §4.59.4ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος· §4.59.5ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.
보병 중 마흔 명이 전사하고 약 이백 명이 포로로 잡힌 것이다.\n\n그리하여 이 승리를 거두고 일어난 일에 기세등등해진 에우리피다스는 며칠 뒤 다시 출격하여, 아락소스 곶 근처에 있는 디메인들의 요충지 요새인 이른바 '테이코스'를 점령했다.\n\n신화에 따르면 이 요새는 옛날 헤라클레스가 엘리스인들과 전쟁을 벌일 때 그들에 대항하는 작전 기지로 삼고자 축조한 것이라고 한다.