Humanitext Reader

波利比奥斯 · 历史 §4.59.1-4.59.5

欧里皮达斯击破阿开亚军与占领泰科斯

第 336 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚将军欧里皮达斯袭击了阿开亚领土,并在埋伏中击败了追击的阿开亚副将米科斯。随后,欧里皮达斯占领了迪梅人的战略要塞泰科斯,相传该要塞由赫拉克勒斯建造。

§4.59.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν.
\n大约在同一时期,被埃托利亚人派往埃利斯人那里担任将军的欧里皮达斯,在侵扰了迪梅、法赖以及特里泰亚的领土,并赶走了足够数量的战利品后,开始向埃利斯撤退。
§4.59.2ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις.
\n\n而当时恰好担任阿开亚同盟副将的迪梅人米科斯,率领迪梅人和法赖人的全部军队出击救援,同时带着特里泰亚人,紧追正在撤退的敌军。
§4.59.3ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν.
\n\n但是,由于他对溃逃的敌军追击得过于猛烈,落入伏击而遭到失败,并失去了许多士兵;因为有四十名步兵阵亡,大约两百人被俘。
§4.59.4ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος· §4.59.5ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.
\n\n于是,取得了这一胜利并因所发生的事情而意气风发的欧里皮达斯,几天后再次出征,占领了阿拉克索斯海角附近、属于迪梅人的地势便利的要塞,即所谓的“泰科斯”;\n\n据神话传说,这是古时赫拉克勒斯在与埃利斯人作战时建造的,意图将其用作对付他们的进攻基地。

词汇与语法注释

  1. §4.59.1τοῖς Ἠλείοις — 与格 τοῖς Ἠλείοις 作为与名词 στρατηγός(将军)相关的利益或关系与格,表示“为埃利斯人服务的将军”或“派往埃利斯人那里的将军”。
  2. §4.59.2ἐκβοηθήσας ... τούς τε Δυμαίους καὶ Φαραιεῖς — 不及物动词 ἐκβοηθέω(出击救援)在此处带有宾格,这是一种不寻常的用法。在此作为及物动词或使役动词理解,意为“动员/带领迪梅人和法赖人出击救援”。
  3. §4.59.3ἐνεργότερον — 比较级副词,在此处作绝对比较级解释(“过分地”、“过于猛烈地”),修饰分词 ἐπικείμενος(追击、压迫),用以表示导致失败的过度追击。
  4. §4.59.5ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα ... ἐποικοδομῆσαι — 关系代名词 ὅ(宾格,先行词为 Τεῖχος)引导的从句中,嵌套了依赖于动词 φασίν(传说称、神话称)的带宾格的不定式结构。Ἡρακλέα 是不定式 ἐποικοδομῆσαι 的逻辑主语,而 ὅ 是其直接宾语。

引用这一段

波利比奥斯, 历史 §4.59.1-4.59.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.59.1-4.59.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。