§4.59.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν. §4.59.2ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις. §4.59.3ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν. §4.59.4ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος· §4.59.5ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.
\nAt about the same time, Euripidas, who had been sent by the Aetolians as general to the Eleans, after overrunning the territory of the Dymaeans and Pharaeans, and also that of the Tritaeans, and having driven off a sufficient quantity of booty, was making his retreat towards Elis.\n\nBut Miccus of Dyme, who happened at that time to be sub-commander of the Achaeans, having led out the Dymaeans and Pharaeans in full force to help, and having also the Tritaeans with him, pressed upon the retreating enemy.\n\nBut pressing too vigorously upon the fugitives, he fell into an ambush, was defeated, and lost many of his men; for forty of the infantry fell, and about two hundred were captured.\n\nEuripidas, then, having achieved this success and being elated at what had happened, marched out again after a few days and seized the well-situated fortress of the Dymaeans near Cape Araxus, called Teichos;\n\nwhich, as the myths say, Heracles built of old when making war against the Eleans, wishing to use it as a base of operations against them.