§4.44.1διὰ πόρου.
海峡を通って。
καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτʼ ἔστι τὸ νῦν ὑφʼ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν.
そして、ビュザンティオンの市をきわめて好都合なものとし、カルケドンの市をその反対にしているのは、今まさに私たちが述べたことなのである。 両者の位置は、見た目には好都合さにおいて互いに類似しているように思われるにもかかわらず。
§4.44.2ἀλλʼ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσʼ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατʼ ἀνάγκην ὁ ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν.
しかしながら、一方の都市には入港しようと望んでも容易ではなく、他方の都市に対しては、望まなくても、先ほど述べたように、海流が必然的に船を運んでいくのである。
§4.44.3σημεῖον δὲ τούτου·
これの証拠がある。
ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατʼ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν, §4.44.4ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δʼ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατʼ ἀνάγκην πρὸς τὸ Βυζάντιον.
すなわち、カルケドンからビュザンティオンへ渡ろうとする人々は、中間の海流のために直線的に航行することができず、ブースや、クリュソポリスと呼ばれる場所へと進路を迂回させ、(クリュソポリスは、かつてアテナイ人がアルキビアデスの提案によって占領し、ポントスへ航行する人々から初めて通行税を徴収し始めた場所であるが、)そしてその先は海流に乗せて船を流し、その海流によって必然的にビュザンティオンへと運ばれるのである。
§4.44.5ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως·
これらに類似したことが、ビュザンティオンの市のもう一方の側への航海に関しても言える。
§4.44.6ἄν τε γὰρ ἀφʼ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τʼ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δʼ εὐπαρακόμιστός ἐστιν ὁ πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατʼ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον,
というのも、南風に乗ってヘレスポントスから急行する場合であれ、エテシアイ風に乗ってポントスからヘレスポントスへと向かう場合であれ、ヨーロッパ沿いを行けば、ビュザンティオンの市からアビュドスやセストスの近辺のプロポンティスの海峡へと向かう航海は直線的であり、同時に航行しやすい。 また、そこから再びビュザンティオンへと向かう場合も同様である。
§4.44.7ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν.
しかし、カルケドンからアジア沿いを進む場合はこれとは反対である。 なぜなら、沿岸航路が湾曲しており、キュジコス人の土地が大きく突き出ているからである。
§4.44.8ἀφʼ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές.
というのも、ヘレスポントスからカルケドンへ向かう者が、ヨーロッパ沿いの航路を利用し、その後にビュザンティオン付近の場所に近づいてから、海流および前述の困難のために進路を曲げてカルケドンへと急行することは困難であるからである。
§4.44.9ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς,
同様にまた、出航する者が、中間の海流のため、また二つの風のそれぞれが双方の試みに逆風となるために、まっすぐトラキアへと急行することはまったく不可能である。
§4.44.10ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις.
なぜなら、南風はポントスへと船を導き入れ、北風はそこから導き出すのであり、それぞれの航路においてこれらの風を利用することが不可欠だからである。
§4.44.11τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτʼ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν
さて、ビュザンティオン人にとって海路における好都合さをもたらしている要因はこれらのことである。 一方、陸路におけるそれは……