§4.44.1διὰ πόρου.
通过水道。
καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτʼ ἔστι τὸ νῦν ὑφʼ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν.
正是我们刚才所说的这点,使得拜占庭人的城市极其便利,而迦克墩人的城市则恰恰相反,尽管从外观上看,它们的位置在便利性上似乎是相似的。
§4.44.2ἀλλʼ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσʼ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατʼ ἀνάγκην ὁ ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν.
然而,尽管有人想要驶入前者并不容易,但对于后者,正如我们刚才所说,即使不想去,洋流也会迫使船只驶向那里。
§4.44.3σημεῖον δὲ τούτου· ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατʼ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν, §4.44.4ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δʼ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατʼ ἀνάγκην πρὸς τὸ Βυζάντιον.
对此有一个证据:凡是想从迦克墩渡海到拜占庭的人,由于中间洋流的关系,无法沿直线航行,而是必须将航线偏向布斯以及被称为克律索波里斯的地方,雅典人曾根据阿尔西比亚德斯的建议占领了此地,并首次试图向驶入黑海的人征收过路税;他们从那里顺流而下,顺着洋流必然被带往拜占庭。
§4.44.5ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως·
与此相似的情况也存在于拜占庭城另一侧的航行中。
§4.44.6ἄν τε γὰρ ἀφʼ Ἑλλησπόντου τρέχῃ τις τοῖς νότοις ἄν τʼ ἐπὶ τὸν Ἑλλήσποντον ἐκ τοῦ Πόντου τοῖς ἐτησίοις, παρὰ μὲν τὴν Εὐρώπην ἐκ τῆς Βυζαντίων πόλεως ὀρθός, ἅμα δʼ εὐπαρακόμιστός ἐστιν ὁ πλοῦς ἐπὶ τὰ τῆς Προποντίδος στενὰ κατʼ Ἄβυδον καὶ Σηστόν, κἀκεῖθεν ὡσαύτως πάλιν ἐπὶ τὸ Βυζάντιον,
因为无论是乘南风从赫勒斯滂顺风而行,还是乘季风从黑海向赫勒斯滂航行,只要沿着欧洲海岸,从拜占庭城前往阿卑多斯和塞斯托斯附近的马尔马拉海海峡的航程都是笔直且易于航行的,而从那里返回拜占庭也是如此。
§4.44.7ἀπὸ δὲ Καλχηδόνος παρὰ τὴν Ἀσίαν τἀναντία τούτοις διὰ τὸ κολπώδη τὸν παράπλουν ὑπάρχειν καὶ προτείνειν πολὺ τὴν τῶν Κυζικηνῶν χώραν.
但如果从迦克墩出发沿着亚洲海岸,情况则恰恰相反,因为沿岸航道呈湾状弯曲,且基济科斯人的土地向外突出得很远。
§4.44.8ἀφʼ Ἑλλησπόντου γὰρ φερόμενον εἰς Καλχηδόνα χρήσασθαι τῷ παρὰ τὴν Εὐρώπην πλῷ, κἄπειτα συνεγγίζοντα τοῖς κατὰ Βυζάντιον τόποις κάμπτειν καὶ προστρέχειν πρὸς τὴν Καλχηδόνα διὰ τὸν ῥοῦν καὶ τὰ προειρημένα δυσχερές.
因为一个从赫勒斯滂驶往迦克墩的人,若利用沿着欧洲的航线,然后在接近拜占庭附近的地区时,由于洋流和上述的困难,要转弯并奔向迦克墩是十分困难的。
§4.44.9ὁμοίως δὲ πάλιν ἐκπλέοντα προστρέχειν εὐθέως τῇ Θρᾴκῃ τελέως ἀδύνατον διά τε τὸν μεταξὺ ῥοῦν καὶ διὰ τὸ τοὺς ἀνέμους ἑκατέρους ἀντιπίπτειν πρὸς ἀμφοτέρας τὰς ἐπιβολάς, §4.44.10ἐπειδήπερ εἰσάγει μὲν εἰς τὸν Πόντον νότος, ἐξάγει δὲ βορέας, καὶ τούτοις ἀνάγκη χρῆσθαι πρὸς ἑκάτερον τὸν δρόμον τοῖς ἀνέμοις.
同样地,对于出港的人来说,要想直接驶向色雷斯是完全不可能的,这既是因为中间的洋流,也是因为两种风都与这两种尝试相逆,因为南风将船只带入黑海,而北风则将其带出,而在两条航线上都必须利用这些风。
§4.44.11τὰ μὲν οὖν τὴν κατὰ θάλατταν εὐκαιρίαν ποιοῦντα Βυζαντίοις ταῦτʼ ἔστι, τὰ δὲ τὴν κατὰ γῆν
那么,这就是在海上给拜占庭人带来便利的因素;而在陆地上……