Humanitext Reader

ポリュビオス · 歴史 §4.43.1-4.43.10

海峡の地形とビュザンティオンへ向かう海流の経路

320 / 1311 箇所 · ギリシア語

要旨

ビュザンティオン周辺の海峡(ボスポラス海峡)の形状と、ヨーロッパ側のヘルマイオンから各岬、そしてビュザンティオンへと衝突を繰り返しながら流れる特異な海流の経路を説明する。

§4.43.1τοῦ δὴ στόματος τοῦ τὸν Πόντον καὶ τὴν Προποντίδα συνάπτοντος ὄντος ἑκατὸν εἴκοσι σταδίων τὸ μῆκος, καθάπερ ἀρτίως εἶπον, καὶ τοῦ μὲν Ἱεροῦ τὸ πρὸς τὸν Πόντον πέρας ὁρίζοντος, τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα, §4.43.2μεταξὺ τούτων ἐστὶν Ἑρμαῖον, τῆς Εὐρώπης ἐπὶ προοχῆς τινος ἀκρωτηριαζούσης ἐν τῷ στόματι κείμενον, ὃ τῆς μὲν Ἀσίας ἀπέχει περὶ πέντε στάδια, κατὰ τὸν στενώτατον δὲ τόπον ὑπάρχει τοῦ παντὸς στόματος·
ポントスとプロポンティスを繋ぐ海峡の長さは、私が先ほど述べたように120スタディオンであり、ヒエロンがポントス側の端を画し、ビュザンティオンの側の区間がプロポンティス側の端を画しているのであるが、これらの間にヘルマイオンがあり、それは海峡の中に岬のように突き出たヨーロッパの突出部の上に位置している。 これはアジアから約五スタディオン離れており、海峡全体の最も狭い場所にあたる。
ᾗ καὶ Δαρεῖον ζεῦξαί φασι τὸν πόρον, καθʼ ὃν χρόνον ἐποιεῖτο τὴν ἐπὶ Σκύθας διάβασιν.
そこにおいて、ダレイオスがスキティア人への遠征を行っていた時に、その水路に橋を架けたと言われている。
§4.43.3κατὰ μὲν δὴ τὸν ἄλλον τόπον ἀπὸ τοῦ Πόντου παραπλήσιός ἐστιν ἡ φορὰ τοῦ ῥεύματος διὰ τὴν ὁμοιότητα τῶν παρʼ ἑκάτερον τὸ μέρος τῷ στόματι παρηκόντων τόπων·
さて、他の場所においては、ポントスからの海流の進行は、海峡の両側に沿って連なる土地の形状が似ているために、ほぼ一定である。
§4.43.4ἐπὰν δʼ εἰς τὸ τῆς Εὐρώπης Ἑρμαῖον, ᾗ στενώτατον ἔφαμεν εἶναι, φερόμενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ὁ ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμπίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις.
しかし、ポントスから流れ込み、狭い場所に圧縮された海流が、最も狭いと我々が述べたヨーロッパ側のヘルマイオンに勢いよく衝突すると、その時まさに、あたかも打撃を受けたかのように方向を変えて、向かい側のアジアの地に激しくぶつかる。
§4.43.5ἐκεῖθεν δὲ πάλιν, οἷον ἐξ ὑποστροφῆς, τὴν ἀνταπόδοσιν ποιεῖται πρὸς τὰ περὶ τὰς Ἑστίας ἄκρα καλούμενα τῆς Εὐρώπης.
そしてそこから再び、あたかも跳ね返るかのように、ヘスティアイと呼ばれるヨーロッパの岬の周辺に向けて反転する。
§4.43.6ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφʼ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ περαιωθεῖσαν.
そこから再び勢いよく進んで、ブースと呼ばれるアジアの場所に衝突する。 神話によれば、海を渡ってきたイオが最初に上陸したのがこの場所であると言われている。
§4.43.7πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμήσας ἀπὸ τῆς Βοὸς ἐπʼ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ πλεῖον πάλιν ἀπονεύει.
しかし、この海流は最後にブースから勢いよく進んでビュザンティオンそのものへと向かい、都市の周辺で二つに分かれ、そのわずかな部分はケラスと呼ばれる入り江に注ぎ込むが、大部分は再び進路をそらしていく。
§4.43.8διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφʼ ἧς ἐστι Καλχηδών·
それゆえ、海流はもはや、カルケドンのある向かい側の土地に向かって勢いよく直進することはできない。
§4.43.9πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποιημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βραχείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν·
というのも、何度も衝突による反転を繰り返し、水路も広くなっているため、すでにこの場所のあたりで勢いが衰えた海流は、もはや対岸に向かって急な鋭角で屈折することはなく、むしろ鈍角に近い角度で屈折するからである。
§4.43.10διόπερ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεται
それゆえ、海流はカルケドン人の都市を避けるようにして流れていく。

語釈・文法注

  1. §4.43.1τοῦ δὴ στόματος ... ὁρίζοντος — 文頭から続く一連の絶対属格(τοῦ στόματος ... ὄντος, τοῦ μὲν Ἱεροῦ ... ὁρίζοντος, τοῦ δὲ ... διαστήματος ...)の構造。最後の一部「τοῦ δὲ κατὰ Βυζάντιον διαστήματος τὸ πρὸς τὴν Προποντίδα」においては、直前の分詞「ὁρίζοντος」が省略されているため、補って解釈する必要がある。
  2. §4.43.4ἐπὰν δʼ ... ὁ ῥοῦς ... προσπέσῃ — 条件文(一般条件)の構造。主語「ὁ ῥοῦς」を修飾する先行分詞「φερόμενος」(運ばれ)と「συγκλειόμενος」(圧縮され)が挟まれており、これら全体が「ἐπάν(ἐπεὶ ἄν)」に導かれる接続法「προσπέσῃ」に係る。主節は「τότε δὴ ... ἐμπίπτει」である。
  3. §4.43.9βραχείας πρὸς ὀξεῖαν γωνίαν — 「βραχείας」の解釈。ここでは「ὀξεῖαν γωνίαν」を修飾する副詞的に用いられているか、あるいは「急で鋭い角度」という意味を表す二重の限定。対比されている「πρὸς ἀμβλεῖαν」(鈍角において)から、水流が対岸に向かって鋭い角度で屈折しないことを幾何学的に描写している。

この箇所を引用する

ポリュビオス, 歴史 §4.43.1-4.43.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.43.1-4.43.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。