Humanitext Reader

ポリュビオス · 歴史 §4.39.1-4.39.11

ポントスとマイオティス湖の地理と潮流の原因

316 / 1311 箇所 · ギリシア語

要旨

ポントス(黒海)およびマイオティス湖(アゾフ海)の地理的特徴や周辺の海峡の寸法を説明し、それらの海域の水が絶えず外へと流れ出る二つの自然科学的原因(河川の流入と土砂の堆積)を分析する。

§4.39.1ὁ δὴ καλούμενος Πόντος ἔχει τὴν μὲν περίμετρον ἔγγιστα τῶν δισμυρίων καὶ δισχιλίων σταδίων, στόματα δὲ διττὰ κατὰ διάμετρον ἀλλήλοις κείμενα, τὸ μὲν ἐκ τῆς Προποντίδος, τὸ δʼ ἐκ τῆς Μαιώτιδος λίμνης, ἥτις αὐτὴ καθʼ αὑτὴν ὀκτακισχιλίων ἔχει σταδίων τὴν περιγραφήν.
いわゆるポントスは、その周囲がほぼ2万2千スタディオンであり、互いに正反対の位置に位置する二つの入り口を持っており、一つはプロポンティスからのものであり、もう一つはマイオティス湖からのものであって、この湖それ自体は周囲8千スタディオンである。
§4.39.2εἰς δὲ τὰ προειρημένα κοιλώματα πολλῶν μὲν καὶ μεγάλων ποταμῶν ἐκ τῆς Ἀσίας ἐκβαλλόντων, ἔτι δὲ μειζόνων καὶ πλειόνων ἐκ τῆς Εὐρώπης, συμβαίνει τὴν μὲν Μαιῶτιν ἀναπληρουμένην ὑπὸ τούτων ῥεῖν εἰς τὸν Πόντον διὰ τοῦ στόματος, τὸν δὲ Πόντον εἰς τὴν Προποντίδα.
そして前述の窪地に、アジアからは多くの大河が流れ込み、ヨーロッパからはさらに大きくて数多くの川が流れ込んでいるため、マイオティス湖はこれらによって満たされて、その入り口を通ってポントスへと流れ込み、ポントスはプロポンティスへと流れ込むことになる。
§4.39.3καλεῖται δὲ τὸ μὲν τῆς Μαιώτιδος στόμα Κιμμερικὸς Βόσπορος, ὃ τὸ μὲν πλάτος ἔχει περὶ τριάκοντα στάδια, τὸ δὲ μῆκος ἑξήκοντα, πᾶν δʼ ἐστὶν ἁλιτενές·
マイオティス湖の入り口はキムメリア・ボスボロスと呼ばれ、幅は約30スタディオン、長さは60スタディオンで、全体が浅瀬である。
§4.39.4τὸ δὲ τοῦ Πόντου παραπλησίως ὀνομάζεται μὲν Βόσπορος Θρᾴκιος, ἔστι δὲ τὸ μὲν μῆκος ἐφʼ ἑκατὸν καὶ εἴκοσι στάδια, τὸ δὲ πλάτος οὐ πάντη ταὐτόν.
ポントスの入り口は同様にトラキア・ボスボロスと呼ばれ、長さは120スタディオンであるが、幅はいたるところで同じというわけではない。
§4.39.5ἄρχει δὲ τοῦ στόματος ἀπὸ μὲν τῆς Προποντίδος τὸ κατὰ Καλχηδόνα διάστημα καὶ Βυζάντιον, §4.39.6ὃ δεκατεττάρων ἐστὶ σταδίων, ἀπὸ δὲ τοῦ Πόντου τὸ καλούμενον Ἱερόν, ἐφʼ οὗ τόπου φασὶ κατὰ τὴν ἐκ Κόλχων ἀνακομιδὴν Ἰάσονα θῦσαι πρῶτον τοῖς δώδεκα θεοῖς·
海峡の始まりは、プロポンティスの側からはカルケドンとビュザンティオンの間の幅であり、それは14スタディオンである。 またポントスの側からは、いわゆるヒエロンと呼ばれる場所が始まりであり、そこではコルキスからの帰途においてイアソンが最初に12神に犠牲を捧げたと言われている。
ὃ κεῖται μὲν ἐπὶ τῆς Ἀσίας, ἀπέχει δὲ τῆς Εὐρώπης ἐπὶ δώδεκα στάδια πρὸς τὸ καταντικρὺ κείμενον Σαραπιεῖον τῆς Θρᾴκης.
これはアジア側に位置し、ヨーロッパ側の対向するトラキアのサラピエオンから12スタディオン離れている。
§4.39.7τοῦ δὲ ῥεῖν ἔξω κατὰ τὸ συνεχὲς τήν τε Μαιῶτιν καὶ τὸν Πόντον εἰσὶν αἰτίαι διτταί, μία μὲν αὐτόθεν καὶ πᾶσι προφανής, καθʼ ἥν, πολλῶν εἰσπιπτόντων ῥευμάτων εἰς περιγραφὴν ἀγγείων ὡρισμένων, πλεῖον ἀεὶ καὶ πλεῖον γίνεται τὸ ὑγρόν,
マイオティス湖とポントスが絶えず外へと流れ出ていることには二つの原因がある。
§4.39.8ὃ μηδεμιᾶς μὲν ὑπαρχούσης ἐκρύσεως δέον ἂν ἦν προσαναβαῖνον ἀεὶ μείζω καὶ πλείω τοῦ κοιλώματος περιλαμβάνειν τόπον, ὑπαρχουσῶν δʼ ἐκρύσεων ἀνάγκη τὸ προσγινόμενον καὶ πλεονάζον ὑπερπῖπτον ἀπορρεῖν καὶ φέρεσθαι συνεχῶς διὰ τῶν ὑπαρχόντων στομάτων·
一つは、そこから直接生じ、誰の目にも明らかなものであり、それによれば、限定された容器の境界の中に多くの流れが流入するため、水分が常にますます多くなり、もし流れ出る口がなければ、それは常に上昇して、窪地のより広大で多くの場所を覆い尽くさねばならなかったであろうが、流れ出る口が存在するために、加わり過剰となった水が溢れ出て、存在する入り口を通って絶えず流れ去り、運ばれていくことが不可避となるからである。
§4.39.9δευτέρα δέ, καθʼ ἥν, πολὺν καὶ παντοδαπὸν χοῦν εἰσφερόντων εἰς τὰ προειρημένα κοιλώματα τῶν ποταμῶν κατὰ τὰς τῶν ὄμβρων ἐπιτάσεις, ἐκπιεζόμενον τὸ ὑγρὸν ὑπὸ τῶν συνισταμένων ἐγχωμάτων ἀεὶ προσαναβαίνει καὶ φέρεται κατὰ τὸν αὐτὸν λόγον διὰ τῶν ὑπαρχουσῶν ἐκρύσεων.
第二の理由は、降雨の激化に際して河川が前述の窪地に多量で多様な堆積物を運び込むため、堆積した土砂によって押し出された水が常に上昇し、同様の比率で、存在する流出口を通って流されることによる。
§4.39.10τῆς δʼ ἐγχώσεως καὶ τῆς ἐπιρρύσεως ἀδιαπαύστου καὶ συνεχοῦς γινομένης ἐκ τῶν ποταμῶν, καὶ τὴν ἀπόρρυσιν ἀδιάπαυστον καὶ συνεχῆ γίνεσθαι διὰ τῶν στομάτων ἀναγκαῖον.
河川からの土砂の堆積と流入が絶え間なく継続して行われるため、それらの入り口を通る流出もまた、絶え間なく継続して行われることが不可避となる。
§4.39.11αἱ μὲν οὖν ἀληθεῖς αἰτίαι τοῦ ῥεῖν ἔξω τὸν Πόντον αἵδʼ εἰσίν, οὐκ ἐξ ἐμπορικῶν ἔχουσαι διηγημάτων τὴν πίστιν, ἀλλʼ ἐκ τῆς κατὰ φύσιν θεω
したがって、ポントスが外へと流れ出ている真の原因はこれらであり、商人の語るお話から信頼性を得ているのではなく、自然についての観察から得ているのである。

語釈・文法注

  1. 4.39.2συμβαίνει — 非人称動詞として機能し、対格不定詞構文 τὴν μὲν Μαιῶτιν ῥεῖν... τὸν δὲ Πόντον (ῥεῖν) を主語(または目的語的補文)に取る。「〜という結果になる、〜ということになる」の意。
  2. 4.39.8δέον ἂν ἦν — 非人称動詞の分詞 δέον が ἦν (εἰμί の未完了過去) および小辞 ἄν とともに迂言的に用いられ、過去の事実に反する仮定(反実仮想)の帰結節を形成している。「(もし流出口がなければ)常に上昇して〜を覆うべきであったろうに」を意味する。

この箇所を引用する

ポリュビオス, 歴史 §4.39.1-4.39.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.39.1-4.39.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。