§4.39.1ὁ δὴ καλούμενος Πόντος ἔχει τὴν μὲν περίμετρον ἔγγιστα τῶν δισμυρίων καὶ δισχιλίων σταδίων, στόματα δὲ διττὰ κατὰ διάμετρον ἀλλήλοις κείμενα, τὸ μὲν ἐκ τῆς Προποντίδος, τὸ δʼ ἐκ τῆς Μαιώτιδος λίμνης, ἥτις αὐτὴ καθʼ αὑτὴν ὀκτακισχιλίων ἔχει σταδίων τὴν περιγραφήν.
所谓的黑海,其周长约为二万二千斯塔德,并有两个位于对角线相反位置的入口,一个通往普罗庞提斯,另一个通往迈欧提斯湖,而该湖本身的周长为八千斯塔德。
§4.39.2εἰς δὲ τὰ προειρημένα κοιλώματα πολλῶν μὲν καὶ μεγάλων ποταμῶν ἐκ τῆς Ἀσίας ἐκβαλλόντων, ἔτι δὲ μειζόνων καὶ πλειόνων ἐκ τῆς Εὐρώπης, συμβαίνει τὴν μὲν Μαιῶτιν ἀναπληρουμένην ὑπὸ τούτων ῥεῖν εἰς τὸν Πόντον διὰ τοῦ στόματος, τὸν δὲ Πόντον εἰς τὴν Προποντίδα.
在上述盆地中,由于来自亚洲的许多大河以及来自欧洲的更大且数量更多的河流注入其中,结果导致迈欧提斯湖被它们充满,并通过其水道流入黑海,而黑海则流入普罗庞提斯。
§4.39.3καλεῖται δὲ τὸ μὲν τῆς Μαιώτιδος στόμα Κιμμερικὸς Βόσπορος, ὃ τὸ μὲν πλάτος ἔχει περὶ τριάκοντα στάδια, τὸ δὲ μῆκος ἑξήκοντα, πᾶν δʼ ἐστὶν ἁλιτενές·
迈欧提斯湖的入口被称为辛梅里亚博斯普鲁斯,其宽度约为三十斯塔德,长度为六十斯塔德,且全属浅滩。
§4.39.4τὸ δὲ τοῦ Πόντου παραπλησίως ὀνομάζεται μὲν Βόσπορος Θρᾴκιος, ἔστι δὲ τὸ μὲν μῆκος ἐφʼ ἑκατὸν καὶ εἴκοσι στάδια, τὸ δὲ πλάτος οὐ πάντη ταὐτόν.
而黑海的入口同样被称为色雷斯博斯普鲁斯,长度为一百二十斯塔德,但其宽度并非处处相同。
§4.39.5ἄρχει δὲ τοῦ στόματος ἀπὸ μὲν τῆς Προποντίδος τὸ κατὰ Καλχηδόνα διάστημα καὶ Βυζάντιον, §4.39.6ὃ δεκατεττάρων ἐστὶ σταδίων, ἀπὸ δὲ τοῦ Πόντου τὸ καλούμενον Ἱερόν, ἐφʼ οὗ τόπου φασὶ κατὰ τὴν ἐκ Κόλχων ἀνακομιδὴν Ἰάσονα θῦσαι πρῶτον τοῖς δώδεκα θεοῖς·
该海峡在普罗庞提斯一侧的起点为卡尔克东与拜占庭之间的间隔,该距离为十四斯塔德;在黑海一侧的起点则是被称为希eron的地方,据说伊阿宋在从科尔基斯返回的途中,曾在此首次向十二神献祭。
ὃ κεῖται μὲν ἐπὶ τῆς Ἀσίας, ἀπέχει δὲ τῆς Εὐρώπης ἐπὶ δώδεκα στάδια πρὸς τὸ καταντικρὺ κείμενον Σαραπιεῖον τῆς Θρᾴκης.
它位于亚洲一侧,与欧洲一侧正对面的色雷斯萨拉皮翁相距十二斯塔德。
§4.39.7τοῦ δὲ ῥεῖν ἔξω κατὰ τὸ συνεχὲς τήν τε Μαιῶτιν καὶ τὸν Πόντον εἰσὶν αἰτίαι διτταί, μία μὲν αὐτόθεν καὶ πᾶσι προφανής, καθʼ ἥν, πολλῶν εἰσπιπτόντων ῥευμάτων εἰς περιγραφὴν ἀγγείων ὡρισμένων, πλεῖον ἀεὶ καὶ πλεῖον γίνεται τὸ ὑγρόν, §4.39.8ὃ μηδεμιᾶς μὲν ὑπαρχούσης ἐκρύσεως δέον ἂν ἦν προσαναβαῖνον ἀεὶ μείζω καὶ πλείω τοῦ κοιλώματος περιλαμβάνειν τόπον, ὑπαρχουσῶν δʼ ἐκρύσεων ἀνάγκη τὸ προσγινόμενον καὶ πλεονάζον ὑπερπῖπτον ἀπορρεῖν καὶ φέρεσθαι συνεχῶς διὰ τῶν ὑπαρχόντων στομάτων· §4.39.9δευτέρα δέ, καθʼ ἥν, πολὺν καὶ παντοδαπὸν χοῦν εἰσφερόντων εἰς τὰ προειρημένα κοιλώματα τῶν ποταμῶν κατὰ τὰς τῶν ὄμβρων ἐπιτάσεις, ἐκπιεζόμενον τὸ ὑγρὸν ὑπὸ τῶν συνισταμένων ἐγχωμάτων ἀεὶ προσαναβαίνει καὶ φέρεται κατὰ τὸν αὐτὸν λόγον διὰ τῶν ὑπαρχουσῶν ἐκρύσεων.
迈欧提斯湖和黑海持续向外流出有两个原因:其一显而易见,即当许多河流注入有界限的容器中时,水量会不断增加,如果没有任何排出口,水量本应当不断上升并占据盆地中更广阔的空间,但由于排出口的存在,增加的过剩水量必然会溢出,并通过现有的水道不断流走;第二个原因则是,在暴雨加剧时,河流将大量且各种各样的泥沙携入上述盆地,水分受到堆积泥沙的挤压而不断上升,并以同样的比例通过现有的排出口流走。
§4.39.10τῆς δʼ ἐγχώσεως καὶ τῆς ἐπιρρύσεως ἀδιαπαύστου καὶ συνεχοῦς γινομένης ἐκ τῶν ποταμῶν, καὶ τὴν ἀπόρρυσιν ἀδιάπαυστον καὶ συνεχῆ γίνεσθαι διὰ τῶν στομάτων ἀναγκαῖον.
既然来自河流的泥沙淤积和水流注入是无休止且持续进行的,那么通过水道的排泄也必然是无休止且持续进行的。
§4.39.11αἱ μὲν οὖν ἀληθεῖς αἰτίαι τοῦ ῥεῖν ἔξω τὸν Πόντον αἵδʼ εἰσίν, οὐκ ἐξ ἐμπορικῶν ἔχουσαι διηγημάτων τὴν πίστιν, ἀλλʼ ἐκ τῆς κατὰ φύσιν θεω
因此,黑海流向外部的真实原因便是这些,它们并非从商人的传闻中获得可信度,而是源于对自然规律的观察。