§4.32.1οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, [καὶ] στοχαζόμενοι τοῦ παραυτὰ κατʼ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην.
他方、メッセニアの指導的立場にある寡頭派の人々は、目先の私的な利益ばかりを狙い、必要以上に熱心に常に平和を追求する姿勢をとっていた。
§4.32.2διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλίσθανον· ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμφοραῖς.
それゆえ彼らは、多くの好機や、時には恐怖や危険に直面しながらも、それらをただやり過ごしてしまい、この方針のもとで彼らには常に不利益の総計が積み重なり、祖国を最大の不幸と格闘させることになった。
§4.32.3δοκῶ δʼ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν Ἀρκάδων καὶ τῷ τῶν Λακώνων,
私は、その原因は次の点にあると考える。
§4.32.4καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδεμονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν εὐγενῶς ἀνελάμβανον οὔτε τὴν πρὸς Ἀρκάδας φιλίαν.
すなわち、彼らがペロポネソスで最大、いやむしろギリシア全体でも最大級の二つの民族、すなわちアルカディア人とラコニア人に隣接していながら、一方は彼らがその土地を領有して以来、常に敵対的で和解不能な態度を取り続け、他方は友好的で好意的な態度を取ってきたにもかかわらず、彼らはラケダイモン人に対する敵意に気高く立ち向かうことも、アルカディア人との友好関係を誠実に引き受けることもしなかった。
§4.32.5λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους ἢ πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς·
その結果、これら隣国が互いに、あるいは他の国々と戦って余念がない時には、彼らににとって好都合な状態が生じた。
ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν·
すなわち、その地理的な位置関係のおかげで、隣国たちの争いから外れて穏やかな日和を楽しみつつ、常に平和を保つことができたからである。
§4.32.6ὅταν δʼ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, §4.32.7οὔτʼ αὐτοὶ διʼ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους ἢ δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες ἢ φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν·
だが、ラケダイモン人が余暇を得て何にも妨げられなくなり、彼らに危害を加えることに乗り出すと、彼らは自力でラケダイモン人の重圧に対抗することもできず、また、あらゆる困難を共に引き受けてくれる真の友人をあらかじめ確保してもいなかったため、重荷を負わされて彼らに隷属するか、さもなければ隷属を逃れて妻子とともに土地を去り、住処を追われて放浪するかのどちらかを余儀なくされた。
§4.32.8ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις.
このような災難を被ることは、それほど長くない年月の間に、すでに何度も彼らに起こったことなのである。
§4.32.9εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων·
さて、ペロポネソス人にとって現在ある体制がそのまま永続するようであれば、これから語られようとすることなど何一つ必要とされなくなるので、それに越したことはない。
§4.32.10ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.
だが、もし万一これらの体制が動揺し変革を迎えるようなことがあれば、メッセニア人とメガロポリス人が今後とも長く自国の領土を維持できるための唯一の希望は、彼らがエパメイノンダスの意図に従って結束し、あらゆる機会と事態を真に分かち合うことを選択することであると、私は考える。