§4.33.1ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν.
この主張はおそらく、過去の出来事を通じても信憑性を得ている。
§4.33.2οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησί, γράψαντες τὸ γράμμα τοῦτο·
というのも、メッセニア人は他の多くのことに加えて、アリストメネスの時代に、カリステネスも言っているように、リュカイオスのゼウスの祭壇の傍らに碑を建て、次のような銘文を刻んだからである。
πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, §4.33.3εὗρε δὲ Μεσσήνη σὺν Διὶ τὸν προδότην ῥηιδίως.
「時間は必ずや不正な王に罰を見出し、メッセニアはゼウスとともに、裏切り者を容易に見出した。
χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον.
偽誓する者が神の目を欺くことは困難である。
χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν.
健やかにあれ、王なるゼウスよ、そしてアルカディアを救い給え。
ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, §4.33.4οἷον εἰ περὶ δευτέρας πατρίδος, ὥς γʼ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σῴζειν τὴν Ἀρκαδίαν, τοῦτʼ ἀνέθεσαν τὸ γράμμα.
」というのも、彼らは自国の領土を奪われた時に、あたかも第二の祖国についてであるかのように、私には思われるが、アルカディアを救うよう神々に祈りつつ、この銘文を奉納したのである。
§4.33.5καὶ τοῦτʼ εἰκότως ἐποίουν·
そして彼らがそうしたのは当然のことであった。
οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίᾳ διδόναι τῶν Μεσσηνίων,
なぜなら、アリストメネスの戦争の際、自国から追放された彼らを迎え入れたアルカディア人は、彼らを同居人とし市民としただけでなく、娘たちをメッセニア人の適齢期の男たちに嫁がせることを決議したからである。
§4.33.6πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῇ μάχῃ τῇ καλουμένῃ περὶ Τάφρον αὐτόν τʼ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν.
それに加えて、いわゆる「堀の戦い」における王アリストクラテスの裏切りを突き止めると、彼を処刑し、その一族をすべて根絶やしにした。
§4.33.7οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι πίστιν τοῖς ὑφʼ ἡμῶν εἰρημένοις.
しかしながら、過去の出来事は別としても、メガロポリスとメッセニアの共同入植の後に起きた最近の出来事は、私たちの言ったことに対して十分な信憑性を与えるであろう。
§4.33.8καθʼ οὓς γὰρ καιρούς, τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον, ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, §4.33.9ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων.
というのも、マンティネイアの戦いでエパメイノンダスの死によってギリシア人の勝利の行方が決まらずにいた当時、ラケダイモン人がメッセニアの領有をいまだ希望の中で貪りつつ、メッセニア人が和平条約に加わるのを阻んでいた時、メガロポリス市民と同盟を共有するすべてのアルカディア人は、それほどまでに奔走したため、メッセニア人は同盟諸国に受け入れられて誓約と和睦に加わることができたが、ラケダイモン人だけがギリシア人の中で条約から除外されることになった。
§4.33.10ἃ τίς οὐκ ἂν τῶν ἐπιγινομένων ἐν νῷ τιθέμενος νομίσειε καλῶς εἰρῆσθαι τὰ μικρῷ πρότερον ὑφʼ ἡμῶν δεδηλωμένα;
後世の誰がこれらのことを心に留めて、少し前に私たちが述べたことが正しく語られたと考えないだろうか。
§4.33.11ταῦτα μὲν οὖν εἰρήσθω μοι χάριν Ἀρκάδων καὶ Μεσσηνίων, ἵνα μνημονεύοντες τῶν συμβεβηκότων αὐτοῖς περὶ τὰς πατρίδας ἀτυχημάτων ὑπὸ Λακεδαιμονίων ἀληθινῶς ἀντέχωνται τῆς πρὸς αὑτοὺς εὐνοίας καὶ πίστεως,
さて、これらのことはアルカディア人とメッセニア人のために私によって語られたことにしておこう。
§4.33.12καὶ μήτε φόβον ὑφορώμενοι μήτʼ εἰρήνης ἐπιθυμοῦντες ἐγκαταλείπωσιν ἀλλήλους
それは、彼らがラケダイモン人によって自国に引き起こされた不幸を記憶にとどめ、互いに対する好意と信頼を真に固守するためであり、恐怖を警戒することもなく、平和を渇望することもなく、互いを見捨てることがないようにするためである。