§4.32.1οἱ δὲ τῶν Μεσσηνίων προεστῶτες ὀλιγαρχικοί, [καὶ] στοχαζόμενοι τοῦ παραυτὰ κατʼ ἰδίαν λυσιτελοῦς, φιλοτιμότερον τοῦ δέοντος ἀεὶ διέκειντο πρὸς τὴν εἰρήνην.
而麦塞尼亚的寡头派领导人,因只顾眼前的私利,总是比必要地更热衷于追求和平。
§4.32.2διὸ πολλὰς μὲν περιστάσεις καὶ καιροὺς ἔχοντες, ἐνίοτε δὲ φόβους καὶ κινδύνους διωλίσθανον· ἡθροίζετο δὲ κατὰ τὴν πρόθεσιν ταύτην ἀεὶ τὸ κεφάλαιον αὐτοῖς καὶ μεγίσταις ἐποίουν παλαίειν τὴν πατρίδα συμφοραῖς.
因此,他们虽然面对许多时机和场合,有时也有恐惧和危险,却都白白错过;在这一方针下,给他们积累下来的最终总和,总是让祖国陷入与最大灾难的搏斗之中。
§4.32.3δοκῶ δʼ ἔγωγε τὴν αἰτίαν εἶναι ταύτην, ὅτι δυσὶ γειτνιῶντες ἔθνεσι τοῖς μεγίστοις τῶν κατὰ Πελοπόννησον, μᾶλλον δὲ σχεδὸν καὶ τῶν Ἑλληνικῶν, λέγω δὲ τῷ τε τῶν Ἀρκάδων καὶ τῷ τῶν Λακώνων, §4.32.4καὶ τοῦ μὲν ἐχθρῶς καὶ ἀκαταλλάκτως ἀεί ποτε πρὸς αὐτοὺς ἔχοντος, ἐξ οὗ καὶ κατέσχον τὴν χώραν, τοῦ δὲ φιλικῶς καὶ κηδεμονικῶς, οὔτε τὴν πρὸς Λακεδαιμονίους ἔχθραν εὐγενῶς ἀνελάμβανον οὔτε τὴν πρὸς Ἀρκάδας φιλίαν.
我认为原因在于:他们与伯罗奔尼撒最大、或者说几乎是整个希腊最大的两个民族相邻,也就是阿卡迪亚人和拉科尼亚人,尽管其中一方自他们占领该土地以来就一直对他们敌视且不可调和,而另一方则友好且关怀,但他们既不能高尚地面对对拉刻代蒙人的敌意,也不能诚恳地维系与阿卡迪亚人的友谊。
§4.32.5λοιπὸν ὅταν μὲν οὗτοι πρὸς ἀλλήλους ἢ πρὸς ἑτέρους πολεμοῦντες ἐν περισπασμοῖς ἦσαν, ἐγίνετο τὸ δέον αὐτοῖς· ἦγον γὰρ τὴν εἰρήνην ἀεὶ παρευδιαζόμενοι διὰ τὴν τοῦ τόπου παράπτωσιν·
结果,每当这些邻国因彼此交战或与其他国家开战而无暇他顾时,他们的利益就得到了满足;因为由于其地理位置偏离了争端,他们总能在旁享受安宁而保持和平。
§4.32.6ὅταν δʼ εὔσχολοι καὶ ἀπερίσπαστοι Λακεδαιμόνιοι γενηθέντες ἐτράπησαν πρὸς τὸ βλάπτειν αὐτούς, §4.32.7οὔτʼ αὐτοὶ διʼ αὑτῶν ἀντοφθαλμεῖν ἐδύναντο πρὸς τὸ βάρος τὸ Λακεδαιμονίων οὔτε προκατεσκευασμένοι φίλους τοὺς ἀληθινῶς αὐτοῖς πάντα συνυποστησομένους ἢ δουλεύειν ἠναγκάζοντο τούτοις ἀχθοφοροῦντες ἢ φεύγοντας τὴν δουλείαν ἀναστάτους γίνεσθαι, λείποντας τὴν χώραν μετὰ τέκνων καὶ γυναικῶν· §4.32.8ὅπερ ἤδη πλεονάκις αὐτοῖς συνέβη παθεῖν οὐ πάνυ πολλοῖς χρόνοις.
然而,当拉刻代蒙人闲暇无事且不分心,转向来加害他们时,他们既无法凭自己的力量去抗衡拉刻代蒙人的重压,也没有预先确立那些能与他们共担一切的真正朋友;因此,他们要么被迫像驮兽一样服侍他们,要么为了逃避奴役而被迫流离失所,带着妻子儿女离开自己的国土;这在并不算长的时间内,已经多次发生在了他们身上。
§4.32.9εἴη μὲν οὖν οἷον εἰ συμφῦναι τὴν νῦν ὑπάρχουσαν κατάστασιν Πελοποννησίοις, ἵνα μηδενὸς δέῃ τῶν λέγεσθαι μελλόντων· §4.32.10ἐὰν δέ ποτε κίνησιν καὶ μετάστασιν σχῇ ταῦτα, μίαν ὁρῶ Μεσσηνίοις καὶ Μεγαλοπολίταις ἐλπίδα τοῦ δύνασθαι νέμεσθαι τὴν αὑτῶν χώραν τὸν πλείω χρόνον, ἐὰν συμφρονήσαντες κατὰ τὴν Ἐπαμινώνδου γνώμην παντὸς καιροῦ καὶ πράγματος ἕλωνται κοινωνεῖν ἀλλήλοις ἀληθινῶς.
但愿伯罗奔尼撒人现存的体制能够稳固保持,从而使我将要说的话没有任何必要;但如果这些事务有朝一日发生动摇和变革,我看到麦塞尼亚人和梅加洛波利斯人能够长久保有自己国土的唯一希望,就是他们按照伊帕密浓达的意图达成共识,并选择在任何时机和事务上都真正地同甘共苦。